Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Ἀλεξίου τοῦ Κομνηνοῦ, ἀδελφοῦ τελοῦντος τοῦ προ βεβασιλευκότος Ἰσαακίου, Ἀγγέλων καὶ ἀμφοῖν ὀνομαζομένων, τὰ τῶν Ῥωμαίων τότε διιθύνοντος σκῆπτρα, οἱ ἐξ Ἰταλίας κατὰ τῆς Κωνσταντινουπόλεως ἐξεστράτευσαν. ἡ δὲ αἰτία τοιάδε. κατέβαλε μὲν τῆς ἀρχῆς τὸν ἀδελφὸν Ἰσαάκιον ὁ προειρημένος Ἀλέξιος καί οἱ τὰς ὄψεις ἐπήρωσε, καὶ ἦν τὸ ἀπὸ τοῦδε τῆς τῶν Ῥωμαίων κρατήσας ἀρχῆς. ὑπῆρχε δὲ τῷ Ἰσαακίῳ υἱὸς ἐκ τῆς προτέρας αὐτοῦ γυναικὸς γεννη θείς, τὸν μείρακα ἤδη ἀμείβων. ὃς δυσανασχετήσας τῇ τοῦ πατρὸς παροινίᾳ τὴν φυγήν τε μηχανησάμενος περὶ τὴν Ῥώμην χωρεῖ καὶ τῷ ταύτης ἀρχιερεῖ ἑαυτὸν προσρίπτει, λιπαρῶς τε τούτῳ προσκείμενος τὴν πατρικὴν ἐκδίκησιν ἐπεζήτει. ἐπεὶ δὲ τῷ τότε τύχοι πλήθη πολλὰ εἰς ἓν συν αχθῆναι τῶν Ἰταλῶν, οἱ μὲν ἐξ αὐτῆς Ἰταλίας, οἱ δὲ ἐκ τῆς τῶν Φράγγων ἀρχῆς, ἐκ δὲ Ἐνετῶν ἕτεροι καὶ ἐξ ἄλλων ἄλλοι καὶ ἡ πρόφασις εἰς ἐλευθερίαν τῆς Ἱερουσαλὴμ ἀπελθεῖν, ὅπου ὁ κυριακὸς τυγχάνει τάφος– ἦν δὲ ὁ τού τους συναθροίσας ὁ ἀρχιερατικῶς τῆς πρεσβυτέρας προϊστά μενος Ῥώμης, ὅν, ὡς προειρήκειν, ὑπὲρ τῆς πατρικῆς ἀρχῆς ὁ τοῦ Ἰσαακίου ἐξελιπάρει υἱός– ταῖς παρακλήσεσι τοῦ παιδὸς δυσωπηθεὶς ὁ πάπας, μάλιστα δὲ ταῖς ὑποσχέ σεσιν– ἐτύγχανον γὰρ ἁδραί– παραδίδωσι τὸν παῖδα τοῖς ἡγεμόσι τῶν στρατευμάτων, ὡς ἂν αὐτὸν τῆς προκει μένης ἐκνεύσαντες τῷ πατρικῷ ἐγκαταστήσαιεν θρόνῳ ἀνα λώματά τε παρ' αὐτοῦ λάβοιεν, ὁπόσα ἂν καθ' ὁδὸν ἀνα λώσαιεν καὶ ὁπόσα περὶ τὴν Κωνσταντίνου βραδύναντες. ἀνήχθησαν οὖν οὗτοι τριήρεσί τε καὶ ναυσὶ κοίλαις, εὐτυ χῶς ἐν πνεύμασι φοροῖς πεποιημένοι τὴν ἄνοδον. ἐπεὶ δὲ τῇ Κωνσταντίνου προσώκειλαν, γνωρίζουσι τοῖς ἐκεῖ τὸν παῖδα, τὴν ἀδικίαν, τὰ διὰ ταῦτα τοῦ Ῥώμης ἐντάλματα. μέχρι μὲν οὖν τινὸς λόγοι τε ἐξ ἀμφοτέρων ἐγεγόνεισαν τῶν μερῶν καὶ μάχαι κατὰ χέρσον ἰσχυραί, συμβάσεις τε ἐκ πρεσβειῶν οὐδ' ὅλως συνέβαινον. ἐπεὶ δὲ ὁ βασιλεὺς Ἀλέξιος τοῖς τοι ούτοις ἀπώκνησε πράγμασι, μάλιστα δέ γε ἀπείρηκε τοῖς ἐντὸς εἰς σύγχυσιν ἀποβλέπουσι καὶ νοσοῦσι τὸ ἄστατον, τὰ πάντα χαίρειν ἐάσας φυγῇ ἐχρήσατο ἑκὼν ἀέκοντί γε θυμῷ, τοῦτο δὴ προσειπών, ὡς οἱ ἀκηκοότες ἔφασκον, τὸ «Δαυὶδ φυγὼν ἐσώθη», προσεπαγόμενός τε καὶ τὴν γυναῖκα καὶ χρή ματα τοῦ βασιλικοῦ ταμιείου ἱκανά.