Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 30 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1
Ὡς γοῦν ἔφημεν, καταλαβὼν ὁ ῥὴξ Ἰωάννης, ὁ καὶ βασιλεὺς Κωνσταντινουπόλεως φημιζόμενος, τὴν Λάμ ψακον, περὶ τὸν οὕτω πως ὀνομαζόμενον τόπον Ὁλκὸν τὰς νῆας τούτου καθώρμισεν. ὁ δὲ βασιλεὺς Ἰωάννης ἐπεὶ μὴ εἶχε μεθ' ἑαυτοῦ στρατὸν ἀξιόμαχον κωλῦσαι τούτῳ τὴν ἔξοδον δι' ἃς εἰρήκειν αἰτίας, μεθόδοις στρατηγικαῖς μεθ' ὧν εἶχεν ὀλίγων τὰς τῶν πολεμίων κινήσεις ἐκώλυεν. ἐξῆλ θον οὖν οἱ Λατῖνοι καὶ ὁ τούτων ῥὴξ Ἰωάννης καὶ ἐβάδισαν μὲν τόπους τινὰς παραιγιαλίους· οὐδὲ γὰρ ἠδύ ναντο μακρότερον τῶν νηῶν αὐτῶν ἀποστῆναι, ὁ γὰρ ἀντι στρατηγῶν αὐτοῖς βασιλεὺς ἐπηκολούθει καὶ ὑπῆρχε δεινὸς μετὰ μικρᾶς πάνυ δυνάμεως ἀναχαιτίσαι τοὺς ἐναντίους. ὁ μὲν οὖν βασιλεὺς περὶ τὰς τῶν βουνῶν ὑπωρείας ἐποιεῖτο τὰς πορείας, περὶ δὲ τὰς ἠϊόνας οἱ Ἰταλοί. ὀλίγον οὖν χρόνον διαβιβάσαντες ἐν τῇ τοῦ βασιλέως παραιγιαλίῳ χώρᾳ– οὔπω γὰρ παρέδραμον τέτταρες μῆνες– καὶ ὀλίγον τόπον πατήσαντες– ἀπὸ γὰρ τῆς Λαμψάκου μέχρι καὶ τῶν Κεχρεῶν ἀφίκοντο– μικρὸν ἢ μηδὲν λυμήναντες– προύφθασε γὰρ ὁ βασιλεὺς τὰ χρειώδη πάντα τοῖς ὑψη λοτέροις τόποις διασώσασθαι– περὶ τὸ τῶν Πηγῶν ἐχώ ρησαν ἄστυ, ἓν μόνον φρούριον χειρωσάμενοι, ὃ Κεραμιδᾶς ὀνομάζεται, περί που τοὺς βουνοὺς διακείμενον τῆς Κυζίκου. εἶχον δὲ τὰς ναῦς αὐτῶν ἑτοίμους εἰς τὴν Κωνσταντίνου παλινοστῆσαι, καὶ ᾤχοντο ἂν αἰσχύνης καὶ ζημίας πεπληρω μένοι, εἰ μὴ τοῦ τῶν Πηγῶν ἄστεος περιεγένοντο τῇ κλοπῇ. ἀνὴρ γάρ τις δεινὸς ἀναρριχᾶσθαι πρὸς ἀκρωνυχίας πετρῶν ὁδὸν ἐφεῦρε, δι' ἧς ὡπλισμένους Λατίνους εἰς τὴν ἀκρό πολιν νυκτὸς ἀνεβίβασεν· οἳ καὶ τοῖς φύλαξιν αἴφνης ἐπεισ πεσόντες αὐτούς τε ἐφόνευσαν καὶ εἷλον τὸ ἄστυ. τοῦτο πρὸς βραχὺ μὲν Ῥωμαίους εἰς δειλίαν ἐνέβαλε· πλήρης γὰρ ἦν ἡ πόλις ἀνδρῶν καλῶν τε καὶ ἀγαθῶν κἀκ τῶν περι φανεστέρων ἐν στρατιώταις· ἀλλ' ἡ τοῦ βασιλέως περὶ τὰ τοιαῦτα οἰκονομία καὶ στρατηγικωτάτη δεινότης τὴν τῶν Ῥωμαίων δειλίαν τότε ἀπετινάξατο καὶ εἰς πτοίαν μᾶλλον τοὺς Λατίνους ἐνέβαλε καὶ τῆς τε φυσικῆς ῥοπῆς καὶ τῆς ἐκ τῆς ἁλώσεως τῶν κατασχεθέντων γεγενημένης σφίσιν ὁρμῆς ἀνέστειλε. καὶ ὑπέστρεψαν εἰς τὴν Κωνσταντίνου, μικρόν, ὡς ἔφημεν, ἢ οὐδὲν εἰργασμένοι.

Intertext edge

Open linked passage

Note