Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 31 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
31.1
Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης, οἷα ἐκεῖνος δεινὸς ἐφευρεῖν μεθόδους ἐν περιστάσεσι σῶσαί τε τὸ οἰκεῖον, ὑπὲρ οὗ καὶ πλείονος ἐδεῖτο λόγου, ἀναχαιτίσαι δὲ καὶ τὸ ὑπεναντίον, ὡς ἂν δι' ἀμφοῖν τὰ οἰκεῖα κρατύνοιτο, εὑρίσκει τρόπον ἀποπληρωτικὸν τοῖν δυοῖν. ἐγεννήθη γὰρ αὐτῷ υἱὸς ἐκ τῆς βασιλίδος Εἰρήνης, ᾧ καὶ κλῆσις τοῦ πάππου καὶ βασιλέως Θεοδώρου τοῦ Λασκάριος ἐπετέθειτο· ἑνδέκα τον δέ οἱ ἔτος τότε ἠνύετο. καὶ ὁ Ἀσὰν δὲ θυγάτριον ἔσχεν– Ἑλένη αὐτῇ τοὔνομα– παρὰ τῆς ἐξ Οὔγγρων γαμηθείσης αὐτῷ· ἔννατον καὶ ταύτῃ ἔτος ἦν. πρεσβείαν γοῦν στέλλει ὁ βασιλεὺς πρὸς τὸν τῶν Βουλγάρων ἄρχοντα τὸν Ἀσάν, καὶ μνηστείας τῶν παίδων μνημονεύει καὶ τῆς ἀμφοῖν ἀγχιστείας καὶ τοῦ δι' ἀλλήλων εἰς ἀλλήλους συν ασπισμοῦ τε καὶ συγκροτήσεως. καὶ δέχεται ὁ Ἀσὰν τὴν πρεσβείαν, καὶ πληροῦνται καὶ συμφωνίαι, καὶ ἐπὶ τούτοις καὶ ὅρκοι προύβησαν.

Intertext edge

Open linked passage

Note