Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 32 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
32.1
Τότε γοῦν καὶ αὐτὸς ἔρωτι τῶν μαθημάτων ἁλοὺς καὶ τῆς ὑψηλοτέρας τῶν λόγων παιδεύσεως, τοῖς πᾶσι χαί ρειν εἰπὼν θελήματι τοῦ κρατοῦντος μετὰ καὶ ἑτέρων μει ράκων εἰς τὰς τῶν λογικῶν παιδευμάτων θύρας παρήγγειλα. παιδευτὴς δὲ ἦν ἡμῖν ὁ Ἑξαπτέρυγος Θεόδωρος. ἐπεὶ δὲ ἔμπροσθεν τοῦ βασιλέως συνήλθομεν, πρός με τείνας τὸν λόγον ὁ βασιλεὺς εἰρήκει, ὡς «τούτους μὲν ἐκ Νικαίας λα βὼν τῷ διδασκαλείῳ παρέδωκα, σὲ δὲ τοῦ ἐμοῦ ἐκβαλὼν οἴκου τουτοισὶ συναφῆκα διδάσκεσθαι. δεῖξον οὖν, ὡς ἀληθῶς τῆς ἐμῆς οἰκίας ἐξῄεις, καὶ οὑτωσὶ τῶν μαθημάτων ἀντιποιήθητι. στρατιώτης μὲν γὰρ τὸ ἐπιτήδευμα γεγονὼς ὁπόσα ἂν ἔσχες τὰ τοῦ σιτηρεσίου παρὰ τῆς βασιλείας μου, τοσαῦτα ἂν ἴσως ἢ καὶ ὀλίγον πλείω διά τοι τὸ τοῦ γένους περιφανές· ἔμπλεως δὲ φιλοσοφίας φανεὶς μεγάλων ἀξιωθήσῃ τῶν τιμῶν τε καὶ τῶν γερῶν· μόνοι γὰρ τῶν πάντων ἀνθρώπων ὀνομαστότατοι βασιλεὺς καὶ φιλόσοφος.» οὕτω μὲν τῶν ἀνακτόρων ὑποχωρήσας εἰς διδασκάλου φέ ρων ἐνέβαλον ἐμαυτόν, ἑπτακαιδέκατον ἔτος ἄγων. ἦν δὲ οὗτος, ὡς ἔφην, ὁ Ἑξαπτέρυγος, ἀνὴρ οὐ πάνυ μὲν ἐπιστή μων ἐν τοῖς μαθήμασιν, ἀγαθὸς δὲ φράζειν, οἷα ῥητορικοῖς λόγοις κατάκρως ἐνδιατρίψας καὶ τὸ ἐξαγγέλλειν εὐφυῶς μεμελετηκὼς καὶ πολλοῦ διὰ τοῦτο ἠξιωμένος ὀνόματος. ἐκείνου δὲ τελευτήσαντος μετὰ τὴν εἰς ἡμᾶς τῶν ποιημάτων σαφήνειαν καὶ τὴν τῆς τῶν λόγων τέχνης διδασκαλίαν, παρὰ τὸν Βλεμμύδην Νικηφόρον, ὃν τότε πάντες οἴδαμεν τῶν ἄλλων τελεώτερον ἐν ταῖς κατὰ φιλοσοφίαν ἐπιστήμαις, ἐφοί τησά τε αὐτὸς καὶ ὅσοι σὺν ἐμοὶ ἐτελοῦντο τὰ λογικά. καὶ ὁ μὲν περὶ ἡμῶν λόγος μέχρι τοσούτου νυνί· ἐσαῦθις δὲ ὅπῃ παρείκοι τῇ ἱστορίᾳ παρεμβληθήσεται.

Intertext edge

Open linked passage

Note