Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1
Ἐπεὶ δέ, ὡς προειρήκειν, καὶ ἀμφοῖν τοῖν βασιλέοιν αἱ σπονδαὶ τῆς συμβιβάσεως γένοιντο, τῷ τε βασιλεῖ φημι Ἰωάννῃ τῷ Δούκᾳ καὶ τῷ κρατοῦντι τῶν Βουλγάρων Ἀσὰν Ἰωάννῃ, προκατέλαβε μὲν ὁ βασιλεὺς τὴν Λάμψακον καὶ διαπεραιοῦται μετὰ τῶν οἰκείων δυνάμεων εἰς Καλλιούπολιν, καὶ πολεμεῖ τὸ ἄστυ ἑλεπόλεις στήσας, καὶ ἐν οὐ πολλῷ τῷ χρόνῳ χειροῦται τοῦτο, τῆς τῶν Βενετικῶν ἀνασώσας τοῦτο χειρός. μετὰ τοῦτο καταλαμβάνει τὴν Καλλιούπολιν καὶ ὁ Ἀσὰν σὺν τῇ οἰκείᾳ γαμετῇ τῇ ἐξ Οὔγγρων Μαρίᾳ καὶ τῇ θυγατρὶ Ἑλένῃ, καὶ συνέρχεται εἰς Καλλιούπολιν τῷ βασι λεῖ, καὶ τὰ εἰς φιλίαν ἀμφότεροι διαπράττονται. οὗτος μὲν οὖν οὐ διεπέρασε τὸν Ἑλλήσποντον, ἀλλ' ἔμεινεν ἐν τοῖς τῆς Καλλιουπόλεως μέρεσιν· ὁ δὲ βασιλεὺς Ἰωάννης τὴν αὐτοῦ σύζυγον σὺν τῇ θυγατρὶ Ἑλένῃ λαβὼν διαπεραιοῦται εἰς Λάμψακον, ἔνθα ἦν ἡ βασιλὶς Εἰρήνη, καὶ πληροῦσι τὴν τῶν παίδων συνάφειαν, τοῦ πατριάρχου Γερμανοῦ τὰ τῆς ἱερολογίας τελέσαντος. τότε καὶ ὁ Τρινόβου ἀρχιερεύς, ὑπὸ τὸν Κωνσταντινουπόλεως τελῶν, αὐτονομίᾳ τετίμηται καὶ πατριάρχης ἀναγορεύεσθαι κέκριται βασιλικῷ καὶ συνο δικῷ τῷ θεσπίσματι, χάριτας τῶν προυχόντων ἀποτιννύν των τῷ Βουλγάρων ἄρχοντι Ἀσὰν τοῦ κήδους ἕνεκα καὶ τῆς φιλίας. Ἐπεὶ γοῦν ὅσα εἰς τὰ τοιαῦτα φέρει πεπλήρωται, ἡ μὲν βασιλὶς Εἰρήνη τὸν υἱὸν μετὰ τῆς νύμφης λαβοῦσα τοῖς ἑῴοις συνδιῃτᾶτο χώροις, ὡσαύτως δὲ καὶ ἡ τοῦ Ἀσὰν σύζυγος ἐν τοῖς οἰκείοις τόποις ὑπέστρεψεν, ὁ δὲ βασιλεὺς Ἰωάννης καὶ ὁ Ἀσὰν τὰς οἰκείας δυνάμεις προσειληφότες καὶ ἄμφω τὴν δυτικὴν κατέδραμον χώραν, ὁπόση ἦν τοῖς Λατίνοις δουλεύουσα. καὶ λείαν μὲν πολλὴν ἐποι ήσαντο καὶ Σκυθῶν ἐρημίαν– τὸ τῆς παροιμίας εἰπεῖν– τὴν ἅπασαν ἀπειργάσαντο, σφίσι δὲ αὐτοῖς κατὰ τοὺς ὅρκους τὰ ἄστη καὶ τὴν χώραν διεμερίσαντο. καὶ Καλλι ούπολις μέν, ἐπεὶ καὶ πρὸ τῆς συνελεύσεως τοῦ Ἀσὰν παρὰ τοῦ βασιλέως ἑάλω, ὑπὸ τὸν βασιλέα ἐγένετο, ὁμοίως καὶ Μάδυτα καὶ πᾶσα ἡ ὀνομαζομένη Χερρόνησος. εἷλε δὲ ὁ βασιλεὺς καὶ τὸ τοῦ Κισσοῦ φρούριον, καὶ μέχρι ποταμοῦ, ὃν Μαρίτζαν ὁ πολὺς κατονομάζει λαός, τὰ σύνορα ἔθετο. ἐκράτησε δὲ καὶ τοῦ ὄρους τοῦ Γάνου καὶ ἐν αὐτῷ ἐδεί ματο καὶ πολίχνιον, ἔνθα καὶ τὸν Κοτέρτζην Νικόλαον φυλάττειν ἐξέπεμψε καὶ πράγματα παρέχειν Λατίνοις τοῖς ἐν τῇ Τζουρουλῷ, ἄνδρα πολλοῖς κατεξητασμένον πολέμοις καὶ ἐς τοσοῦτον εὐδοκιμήσαντα, ὡς πάντας τοιαύτην δόξαν περὶ τούτου σχεῖν, μήτε πρὸ αὐτοῦ μήτε μὴν μετ' αὐτὸν ἄλλον φανῆναι τοιούτοις ἔργοις ἐγκεχειρηκότα ἢ τοσαῦτα κατωρθωκότα. ὁ δὲ Ἀσὰν τὰ ὑπεράνω τῶν εἰρημένων χώ ρων καὶ πρὸς Βορρᾶν νεύοντα ὑφ' ἑαυτὸν ἔσχε. μέχρι μὲν οὖν καὶ αὐτῶν τῶν τειχῶν τῆς Κωνσταντίνου καὶ ἀμφότεροι κατηντήκεσαν, τοῦ ῥηγὸς Ἰωάννου ἐπ' αὐτῶν καθεζομένου καὶ καθορῶντος, καὶ πτοίαν πολλὴν τοῖς Λατίνοις ἐνέβαλον καὶ ἐν στενῷ κομιδῇ τὰ κατ' αὐτοὺς ἔθεντο. ἐπεὶ δὲ ὁ τοῦ μετοπώρου παρερρύη καιρὸς καὶ ὁ χειμὼν ἤγγιζεν, ἀλ λήλοις συνταξάμενοι ὅ τε βασιλεὺς Ἰωάννης καὶ ὁ Ἀσὰν ὁ μὲν εἰς τὴν οἰκείαν χώραν τῶν Βουλγάρων χωρεῖ, ὁ δὲ βασιλεὺς εἰς τὴν ἕω διαπερᾷ.