Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 34 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
34.1
Ἐπεὶ δὲ ὁ υἱὸς αὐτοῦ Θεόδωρος ἀφῆλιξ ἐτύγχανεν ὤν,– ἑνδέκατον γὰρ διήνυεν ἔτος, ὥσπερ ἔφημεν, ἡνίκα τῇ βασιλίδι Ἑλένῃ πρὸς γάμου κοινωνίαν ἐζεύγνυτο– τὰ μὲν ἐς συνουσίαν ἔμενον ἀτελῆ. ἀνήγοντο δὲ παρὰ τῆς βασιλίδος Εἰρήνης καὶ ἐπαιδεύοντο, οἷα ἐκείνη φύσεως ἀγαθῆς τυχοῦσα καὶ πρὸς ἅπαν καλὸν ἐπινεύουσα. τὰ μὲν οὖν τῶν Λατίνων πράγματα συνεστάλη τε τότε πολύ, καὶ τῷ κήδει τῶν δύο αὐτοκρατόρων εἰς ταπεινὸν ἄγαν καταπεπτώκει τούτων τὸ φρόνημα. ὁ δὲ ῥὴξ Ἰωάννης μικρὸν ἐπιβιώσας ἐξ ἀνθρώπων ἐγένετο, τὴν τῆς Κωνσταντινουπόλεως ἐξουσίαν τῷ αὐτοῦ γαμβρῷ τῷ Βαλδουίνῳ ὡς κλῆρον καταλιπών. ὁ δέ γε Ἀσὰν μετάμελος ἐπὶ ταῖς μετὰ τοῦ βασιλέως Ἰωάννου συνθήκαις, ὡς ἐφάνη, γενόμενος τρόπον ἐζήτει, ὅπως ἂν τὴν θυγατέρα ἀποσπάσῃ τοῦ συζύγου βασιλέως τοῦ Θεοδώ ρου καὶ ἑτέρῳ ταύτην κηδεύσῃ· τῶν γὰρ Ῥωμαίων ἐδεδίει πάνυ τὴν εἰς τὰ βελτίω προκοπήν, ἔθνους ἄρχων ὑποτε ταγμένου πάλαι Ῥωμαίοις. σκέπτεται γοῦν αἰτίαν ὡς ἐδόκει μὲν εὔλογον, κἂν οὐκ ἐλάνθανε τοὺς ἐπισταμένους τὰ πράγ ματα, καὶ ἀποστέλλει πρέσβεις πρὸς τὸν βασιλέα καὶ τὴν βασι λίδα, ὡς ἐπεὶ πλησιάσειε τῇ Ἀδριανοῦ βούλεται καὶ αὐτὸς καὶ ἡ σύζυγος αὐτοῦ τὸ θυγάτριον ἰδεῖν καὶ πατρικῶς περιπτύ ξασθαι καὶ τὰ εἰκότα πληρῶσαι καὶ αὖθις ἀποπέμψαι πρὸς τὸν πενθερὸν καὶ τὸν σύζυγον. ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης καὶ ἡ βασιλὶς Εἰρήνη, καίτοι γε ἀκριβῶς εἰδότες τὸ δρᾶμα καὶ καθαρῶς ἐπιγνόντες τὴν σκευωρίαν, ὅμως πέμπουσι πρὸς τὸν Ἀσὰν τὴν θυγατέρα, τοῦτ' εἰρηκότες ὡς, εἰ τὴν θυγατέρα κατάσχοι καὶ τοῦ νομίμως συζευχθέντος ἀποστε ρήσειεν, ἔστι θεὸς ὁ τὰ πάντα ἐφορῶν καὶ τιμωρίαν ἐπά γων τοῖς τοὺς ὅρκους παραβαίνουσι καὶ τὰς συνθήκας, ἃς ἐπὶ θεῷ μάρτυρι συνεστήσαντο, διαλύουσιν. ὁ μὲν οὖν Βούλγαρος τὴν θυγατέρα λαβὼν ᾤχετο, τοὺς ἑπομένους αὐτῇ πάντας ὀπισθορμήτους ποιήσας, καὶ τὸν Αἷμον διαβὰς ἐχώρει περὶ τὸν Τρίνοβον, κλαιούσης μὲν τῆς αὐτοῦ θυγα τρὸς καὶ ὀλοφυρομένης καὶ τῆς πενθερᾶς καὶ βασιλίδος Εἰρήνης καὶ τοῦ συζύγου λίαν ἐποδυρομένης τὸν χωρισμόν. ὅτε φασὶ τὸν Ἀσὰν προσλαβόμενον αὐτὴν τῆς αὐτοῦ ἐφεστρί δος ἔμπροσθεν ἐπικαθίσαι καὶ τύψαι κατὰ κόρρης τοῖς δακτύλοις καὶ ἐπαπειλῆσαι δεινῶς, εἰ μὴ σιγῇ φέροι, ὅσα οἱ διὰ βουλῆς ἐστιν ἐπ' αὐτῇ διαπράξασθαι.

Intertext edge

Open linked passage

Note