Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
35.1
Κατ' ἐκεῖνο καιροῦ καὶ τὸ τῶν Σκυθῶν γένος, τῶν Τατάρων καταδραμόντων αὐτῶν, ὁπόσοι τὸ ξίφος ἐκείνων ἐξέφυγον, ἀσκοῖς τὸν Ἴστρον διαπεράσαντες καὶ τὸν Αἷμον ὑπερπηδήσαντες τέκνοις ἅμα καὶ γυναιξί, καὶ ἀκόν των Βουλγάρων– πολλαὶ γὰρ ὑπῆρχον χιλιοστύες– τοὺς τῆς Μακεδονίας χώρους κατέλαβον, οἱ μὲν περὶ τὸν Ἕβρον καὶ τὰ ἐκεῖσε πεδία τὰς νομὰς ποιούμενοι, οἱ δὲ περὶ τὰ κατωτέρω μέρη καὶ τὸν ποταμόν, ὃν ἡ χύδην ῥέουσα γλῶττα καθώσπερ ἔφημεν Μαρίτζαν κατονομάζει. καὶ γὰρ ἔστιν ὡς ἀληθῶς Ἕβρος μέχρι καὶ τῆς Αἴνου τὰς ἐκδρομὰς ποι ούμενος κἀκεῖθεν περὶ τὸ Αἰγαῖον ἐκρέων πέλαγος· ὅτι δὲ συμβάλλουσι τούτῳ καὶ ἕτεροι ποταμοὶ καὶ μείζω ποιοῦσιν, ἐναλλάττει τοῖς παροικοῦσι καὶ τοὔνομα. ἐλήιζον γοῦν τὰ ἐν Μακεδονίᾳ πάντα καὶ ὡς ἐν ὀλίγῳ ἔρημα τὰ πάντα τῶν οἰκητόρων ἐποίησαν, καὶ Σκυθῶν ἐρημίαν– τὸ τῆς παροιμίας εἰπεῖν– ἀπειργάσαντο, καὶ πολιχνίων δὲ ὁπόσα ὑπῆρχον εὐχείρωτα πολέμῳ περιεγένοντο. καὶ ἐφονεύοντο μὲν πολλοί, ἐσκυλεύοντο δὲ πάντες καὶ ᾐχμαλωτίζοντο καὶ ἀπεμπολοῦντο ἐν τοῖς μείζοσιν ἄστεσιν, οἷον τῇ Ἀδριανου πόλει, τῷ Διδυμοτείχῳ, τῇ Βιζύῃ, τῇ Καλλιουπόλει, καὶ εἴ τι ἄλλο ἦν τείχεσιν ἐρυμνοτέροις ὠχυρωμένον καὶ τῷ πλήθει τῶν οἰκούντων ἠσφαλισμένον.