Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 36 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
36.1
Ἐπεὶ οὖν οὕτω ταῦτα συνέβη, καὶ τὸ τῶν Λατί νων γένος, καθ' ἡμῶν ἀεὶ μανίαν τρέφοντες, καὶ χεῖρον δὲ διατεθέντες διὰ τὴν πρὸ μικροῦ γενομένην σφίσι παρά τε τοῦ βασιλέως Ἰωάννου καὶ τοῦ Ἀσὰν ἔφοδον καὶ τῶν χωρῶν καὶ τῶν πολιχνίων αὐτῶν στέρησιν, καιρὸν ἐζήτουν ἐπιχειρήσασθαι καθ' ἡμῶν, εὑρόντες τῷ τότε δυνάμενον, ὡς ᾤοντο, τὴν ἧτταν τούτοις ἀνακαλέσασθαι. καὶ πρῶτα μὲν τὸν Ἀσὰν ὑποποιοῦνται καὶ τούτῳ τὰ πρὸς εἰρήνην σπέν δονται, ἔπειτα δὲ σὺν αὐτῷ καὶ τοὺς Σκύθας, βαρβάρους ἄνδρας, ἀλήτας τε καὶ ἐπήλυδας, μικροῖς τισι τοῖς χαρίσμασι, μακροτέραις δέ γε ταῖς ὑποσχέσεσιν εἰς ἑαυτοὺς ἕλκουσι καὶ συμπράκτορας τῶν ἔργων ποιοῦσι. καὶ δὴ συμμαχίαν το σαύτην ἔκ τε Σκυθῶν καὶ Βουλγάρων συνηθροικότες οἱ Ἰταλοὶ ὁμόσε κατὰ τοῦ βασιλέως Ἰωάννου χωροῦσιν. ἐπεὶ δὲ σφίσιν ἐκ τοῦ σχεδὸν τὸ τῆς Τζουρουλοῦ ἄστυ ἐτύγχανε, κατ' ἐκείνου τὴν μάχην ἱστῶσι, παρόντος αὐτοπροσώπως καὶ τοῦ Ἀσὰν μετὰ τοσούτων χιλιοστύων τῶν Σκυθικῶν καὶ τῶν Βουλγαρικῶν στρατευμάτων καὶ τῶν Ἰταλικῶν μηχανημάτων. ἦν δὲ τῆς Τζουρουλοῦ τὴν φρουρὰν παρὰ τοῦ βασιλέως Ἰωάννου προσδεδεγμένος ὁ Ταρχανειώτης Νικη φόρος, ὃς ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως ὑπῆρχε τότε, μέγας δὲ δομέστικος τετίμηται ὕστερον· γαμβρὸς δὲ ἦν τοῦ μεγάλου δομεστίκου τοῦ Παλαιολόγου ἐπὶ τῇ πρώτῃ αὐτοῦ θυγατρὶ Μαρίᾳ. ἦν δὲ ὁ Ταρχανειώτης καὶ στρατιώτης καλὸς καὶ ἀγαθὸς στρατηγὸς καὶ πολλῆς ἐπαπολαύων τῆς παρὰ θεοῦ ἀντιλήψεως, καθὼς καὶ μέχρι τέλους ἐπέγνωσται· μάλιστα καὶ γὰρ ἐδόκει τοῖς πολλοῖς εὐτυχίᾳ κατορθούμενος τὰ πολλὰ ἢ εὐανδρίᾳ καὶ στρατηγίᾳ τῶν ἐναντίων περιγε νόμενος. ἐπεὶ δὲ τῷ ἄστει παρεκαθίσαντο,– μηχανήματα μὲν καὶ ἑλεπόλεις τοῖς Ἰταλοῖς ἐγεγόνεισαν πολλαί τε καὶ ἰσχυραί, ὡς μὴ μόνον τηλικοῦδε ἄστεος περιγενέσθαι ἰσχύ ουσαι ἀλλὰ καὶ ὑψηλοτέρων τειχῶν καὶ εὐμεγεθεστέρων πό λεων,– τότε τὸ γενναῖον φρόνημα καὶ τὴν στρατηγικὴν μεθοδείαν μετὰ τῶν σὺν αὐτῷ ὁ ἐπὶ τῆς τραπέζης λαμπρῶς ἐνεδείξατο· ἦν δὲ τὸ ὅλον τῆς τοῦ θεοῦ ἀντιλήψεως. ἀντε μηχανᾶτο γὰρ ἔνδον ὁ Ταρχανειώτης τοῖς ἔξωθεν μηχανή μασι, καὶ τῇ τοσαύτῃ πληθύϊ τῆς στρατιᾶς ἀντεπεξῆγε τὸ ἀνδρικὸν ἐν πολλοστοῖς ἄγαν τοῖς στρατιώταις. ἐν ἀμηχανίᾳ δὲ ἦν ὁ βασιλεὺς Ἰωάννης, οὐ τοσοῦτον τῶν ἐν τῷ ἄστει ὑπεραγωνιῶν, ἀλλ' εἰδώς, οἷα ἐχέφρων καὶ συνετὸς τὰ πο λέμια, ὡς εἰ τὸ ἄστυ παρὰ τῶν ἐναντίων ἁλῴη, φροῦδα πάντα τὰ ἐν τῇ δύσει τούτῳ τυγχάνοντα γένοιντο. τέως οὖν ἠγάπα μᾶλλον ἐν τούτῳ ἐπτοῆσθαι τοὺς πολεμίους καὶ τὸ πολὺ τῆς ῥύμης σφίσιν ἐναποκόπτεσθαι· ἔμελε γὰρ αὐτῷ μᾶλλον τὰ ἐν τῇ ἕω, ὧν ἐλευθέρων ὑπαρχόντων τῆς μάχης πλεῖον αὐτῷ τὸ τῆς εὐφροσύνης ὑπῆν. Πολιορκουμένου γοῦν τοῦ ἄστεος Τζουρουλοῦ αἴφνης ἐπῄει μήνυμα τῷ Ἀσάν, ὡς ἡ σύζυγος αὐτοῦ ἡ ἐξ Οὔγγρων ἐξ ἀν θρώπων ἐγένετο· τετελεύτηκε δὲ κατὰ ταὐτὸ καὶ παιδίον αὐ τοῦ καὶ ὁ Τρινόβου ἐπίσκοπος. θεομηνίαν γοῦν ἡγησάμενος ταῦτα πυρὶ ἀφανίζει τὰς ἑλεπόλεις, καὶ ὡς εἶχε δρόμου περὶ τὸν Τρίνοβον ἵκετο. μόνοι γοῦν ἀπολελειμμένοι οἱ Ἰταλοί, ἐπεὶ μὴ ἀποχρώντως εἶχον εἰς τὴν τοῦ ἄστεος πολιόρκησιν, κἀκεῖ νοι τὴν κατ' αὐτῶν μάχην καταλελοιπότες ἐς τὴν Κωνσταν τίνου ᾤχοντο. ἠλευθέρωτο γοῦν τὸ ἄστυ τῆς τῶν ἐναντίων πολιορκίας, καὶ συνηλευθέρωτο καὶ ὁ ἐπὶ τῆς τραπέζης Ταρχανειώτης, νικηφόρος ἐν τούτοις κατὰ τὴν κλῆσιν ἀνα φανείς. ὁ μὲν οὖν Ἀσάν, ἐπειδὴ τούτῳ τὰ προρρηθέντα ξυμβέβηκε λυπηρά, εὐσεβῶς καὶ μάλα οἰηθείς, ὡς διὰ τὰς παραβασίας τῶν ὅρκων, ὧν μετὰ τοῦ βασιλέως Ἰωάννου ξυνέθετο, καὶ τὸ ἀποσπάσαι τὴν θυγατέρα τοῦ συζύγου Θεοδώρου ταυτὶ γένοιτο, μετάμελος ἐπὶ τούτοις γενόμενος πρέσβεις ἐξαπεστάλκει πρὸς τὸν βασιλέα, ἑαυτόν τε ἐξουθε νῶν τῆς κακίστης πράξεως καὶ τὰς συνθήκας ἀνακαλούμε νος καὶ συγγνώμην τῶν πεπραγμένων αἰτούμενος. ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης καὶ ἡ βασιλὶς Εἰρήνη, οἷα ἐκεῖνοι πρὸς τὰ εὐσεβέστερα καὶ θειότερα ἀπονεύοντες, δέχονταί τε τὴν πρεσβείαν, καὶ οὐδ' εἰς μακροὺς ἐλθόντες λόγους τούς τε ὅρκους καὶ αὖθις πεδοῦσι καὶ τὴν νύμφην Ἑλένην ἀνα καλοῦνται. ἀποστέλλεται γοῦν αὕτη πρός τε τὸν πενθερὸν καὶ τὸν σύζυγον, καὶ εἰρήνη πάλιν μέσον Ῥωμαίων τε καὶ Βουλγάρων.

Intertext edge

Open linked passage

Note