Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
37.1
Ὁ μὲν οὖν τῆς ἱστορίας δρόμος ἐφ' ἑτέραν τρέπε ται τὴν ὁδὸν καὶ τὰ περὶ τῶν ἐν τῇ Κωνσταντίνου δια σαφήσει· πολυσχιδῶς γὰρ τότε τῶν πραγμάτων κεκινημένων διὰ τὸ πολυαρχίαν ἐν πᾶσι γενέσθαι, ποικίλως δεῖ καὶ τὰ τοῦ λόγου συστρέφεσθαι. ὁ μὲν οὖν Βαλδουῖνος, ὃν ὁ λόγος βασιλεῦσαι τῆς Κωνσταντίνου προείρηκεν, ἀπειρηκὼς ἐν ταῖς πρὸς Ῥωμαίους μάχαις, μᾶλλον δὲ τῇ πρὸς τὸν βασιλέα Ἰωάννην ἐναντιότητι– ἐς μικρὸν γὰρ τὰ ἐκείνου παρὰ τούτου συνέσταλται– πρὸς τὸν τῶν Φράγγων ἀπο δεδημήκει ῥῆγα, προσῳκειωμένον τούτῳ καθ' αἷμα, οὐ μὴν ἀλλὰ καὶ ὡς ξυμφυλέτην ἄγαν τε Ῥωμαίοις ἐχθρὸν καὶ βοηθεῖν διὰ ταῦτα ἕτοιμον, καὶ συμμαχίαν ζητεῖ ἀξιόλογον, καὶ ἐπιτυγχάνει τοῦ σκοποῦ. καὶ ἐν οὐ πολλῷ χρόνῳ ἑξή κοντα χιλιάδες συνηθροίσθησαν Φράγγων, ἵν' ὅπως κατὰ Ῥωμαίων χωρήσωσιν. ἐπεὶ δὲ οὐκ ἦν αὐτοῖς εὔδρομος διὰ νηῶν ἡ ὁδός, τῆς ἀναγωγῆς προσαπαιτούσης πλείω ἢ κατὰ δύναμιν τὸν μισθόν, διὰ τῆς χέρσου τὴν πορείαν ποιοῦνται. καὶ δὴ τὰς ἄνω παραμείψαντες Γαλλίας καὶ διελθόντες τὴν Ἰταλίαν διὰ τῶν ὑπωρειῶν τῶν Ἄλπεων εἰς τὸ Ὀστρίκιον ἀφίκοντο, καὶ τὴν Οὐγγρίαν παραγγείλαντες διαπερῶσι τὸν Ἴστρον καὶ τῇ Βουλγάρων προσέσχον, πᾶσι μὲν ὡς φίλοις καὶ συγγενέσι καθ' ὁδὸν χρώμενοι· καὶ διὰ σφᾶς μὲν αὐτούς, οὐχ ἧττον δὲ καὶ διὰ τὴν πρὸς ἡμᾶς ἔχθραν ἐφιλοφρονοῦντο παρὰ τῶν κατὰ τόπους κρατούντων τὰ μάλιστα. οἱ μὲν οὖν Βούλγαροι τὰς μετὰ Ῥωμαίων σπονδὰς παρεωρακότες ἄδειαν τοῖς Φράγγοις δεδώκασι διὰ τῶν ὀρῶν αὐτῶν διελθεῖν, τῷ δοκεῖν ὑπ' αὐτῶν βιασθέντες τὴν ἐκβολήν. τὸ μὲν οὖν ἄστυ τῆς Τζουρουλοῦ καὶ αὖθις ἑάλω, ἐκστρατευσάντων κατ' αὐτῶν τῶν Λατίνων καὶ συμ μαχούντων τούτοις καὶ τῶν Σκυθῶν. εἰς φυλακὴν δὲ ἦν τούτου ὁ Πετραλίφας Ἰωάννης, ὃς μέγας χαρτουλάριος πρὸς τοῦ βασιλέως Ἰωάννου τετίμητο, ἀνὴρ γενναῖος τὴν χεῖρα καὶ πολεμικοῖς πράγμασι κατεξητασμένος παιδόθεν. τὸ δὲ τῆς Λατινικῆς δυνάμεως περιὸν καὶ τὸ ἀπειροπληθὲς τῶν Σκυθῶν καὶ τὸ τῶν ἑλεπόλεων συχνόν τε καὶ καρτερὸν παραδοῦναι τοῦτον τὸ ἄστυ τοῖς Ἰταλοῖς πεποιήκεσαν. φασὶ δέ τινες καὶ προδοσίαν μελετῆσαί τινας κρύφα, κἀντεῦθεν πτοηθῆναι τὸ ἀπρόοπτον τῆς ἁλώσεως. οἱ μὲν οὖν Λατῖ νοι τὴν Τζουρουλὸν ἐχειρώσαντο, καὶ τοὺς ἐν ταύτῃ Ῥω μαίους συνάμα τῷ Πετραλίφᾳ δεσμώτας ἤγαγον εἰς τὴν Κωνσταντίνου, καὶ πρὸς τοὺς οἰκείους αὐτοὺς ἀπημπόλησαν. Τοῦ δὲ ἄστεος τῆς Τζουρουλοῦ πολιορκουμένου παρὰ τῶν Ἰταλῶν, ὁ βασιλεὺς Ἰωάννης τριήρεις ἱκανὰς συσκευασάμενος καὶ στράτευμα οὐκ ὀλίγον μεθ' ἑαυτοῦ προσλαβὼν κατὰ τῶν Ἰταλῶν ἐπεχείρει. ἀπὸ μὲν οὖν τῆς Νικομηδείας ἀπά ρας καὶ παραμείψας τὸν Χάρακα ἐπόρθησε τὴν Λακίβυζαν πρὸ καιροῦ καὶ κατέσχε ταύτην, προσέτι δὲ καὶ τὸ τοῦ Νικητιάτου φρούριον, καὶ ὑφ' ἑαυτὸν καὶ τοῦτο πεποίηκεν. ἐδυστύχησε δὲ τῷ τότε ἐν ταῖς τριήρεσιν, ἀπειροπολέμων ὄντων τῶν ἐν αὐταῖς μαχομένων καὶ τοῦ Ἰοφρὲ τοῦ Ἀρμενίου, εἰς τάξιν ἡγεμόνος ἐν τούτοις τυγχάνοντος καὶ ὀκνη ρότερον τελοῦντος περὶ τὰ μάχιμα. προϋπῆρχε δὲ τὴν τῶν τριήρεων στρατηγίαν ὁ Κοντοφρὲ Μανουὴλ περιεζωσμένος, ἀνὴρ γενναῖος τὴν χεῖρα καὶ Ἄρην πνέων κατά τε θάλατ ταν καὶ ξηράν. ἀλλὰ πρό τινων ἡμερῶν θρασυτέρας τὰς διαλέξεις περὶ τοῦ ναυτικοῦ πρὸς τὸν βασιλέα ποιησάμενος– εἰρήκει καὶ γὰρ ὡς οὐκ ἂν ἀντωπήσαιεν ταῖς Ἰταλικαῖς τριήρεσιν αἱ ἡμέτεραι, κἂν πολλαπλασιάζοιντο πρὸς αὐτάς, ἀκριβῶς τὰ περὶ ἀμφοῖν ἐπιστάμενος– παρεστάλη τῆς ἡγεμονίας, καὶ ὁ Ἰοφρὲ αὐτὴν διεδέξατο, καὶ ἡττήθη ἧτταν σφόδρα δεινήν. τριάκοντα γὰρ ἐξάρχων τριήρεων ὑπὸ τρισ καίδεκα ἐκνενίκηται, καὶ τοσαύτας ἀπώλεσεν ὁπόσαι ἦσαν τῶν ἐναντίων· ἑκάστη γὰρ τούτων μίαν ἐκέρδησε λάφυρον αὐτοῖς ἀνδράσι καὶ ὅπλοις. καὶ ταῦτα μὲν ἔσχεν οὕτως. ὁ δὲ βασιλεὺς Ἰωάννης καὶ αὖθις μετὰ τοῦ βασιλέως Ἀσὰν εἰρήνην εἶχε, καὶ τῇ συγγενείᾳ καὶ ἄμφω συνεδέδεντο, οὐκ ἀκριβῶς μὲν τοῦ Ἀσὰν τὰς ἐνόρκους συμφωνίας φυλάττον τος· ἔστι γὰρ ὅτε διὰ κέρδος μικρὸν παρεσπόνδει. τέως οὖν ἐν τῷ φανερῷ καὶ πλατυκῶς ἔστεργε τὴν ἀγάπην καὶ τὰ τῶν φίλων ἐποίει.