Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
38.1
Ὁ μὲν οὖν Ἀσὰν Ἰωάννης τῆς συζύγου στερηθείς, ἣν ἐξ Οὐγγρίας εἶναι ὁ λόγος φθάσας ἱστόρησεν, ἠγά γετο εἰς γυναῖκα τὴν θυγατέρα τοῦ Ἀγγέλου Θεοδώρου τὴν Εἰρήνην, καλὴν τὸ εἶδος καὶ εὐμεγέθη, μηδὲ τὸ τοῦ αὐτα δέλφου τοῦ πατρὸς αὐτῆς κῆδος ὑπιδών, ὅτιπερ τῇ ἐκ παλ λακίδος αὐτοῦ θυγατρὶ συνηυνάζετο. ἦσαν δὲ τῷ Ἀγγέλῳ Θεοδώρῳ παῖδες ἄρρενες δύο, Ἰωάννης καὶ Δημήτριος, καὶ θήλειαι δύο, ἡ Ἄννα καὶ ἡ ῥηθεῖσα Εἰρήνη, μεθ' ἧς ὁ Ἀσὰν παῖδας γεγέννηκε τρεῖς, τὸν Μιχαήλ, τὴν Θεοδώραν καὶ τὴν Μαρίαν. ἀπελύθη γοῦν τῶν δεσμῶν διά τοι τοῦτο καὶ ὁ Ἄγγελος Θεόδωρος, καὶ συναινέσει τοῦ γαμβροῦ αὐ τοῦ τοῦ Ἀσὰν ἐγκρατὴς γενέσθαι τῆς Θεσσαλονίκης καὶ πάσης ἧς πρότερον ἦρχε χώρας ἠθέλησε. καὶ δή τινας ὀλί γους παρὰ τοῦ Ἀσὰν προσλαβόμενος, ἐπεὶ φανερῶς κινῆσαι κατὰ τοῦ Μανουὴλ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἠδύνατο, κρύφα μηχανᾶται τὴν εἰς Θεσσαλονίκην εἴσοδον, εὐτελῆ τινα ἀμ φιασάμενος ῥάκια καὶ τὴν εἴσοδον ὑποκλέψας τῆς πόλεως. ἐπεὶ δὲ εἰσῄει καί τισιν ἐπεγνώσθη τοῖς οἷς ἐβούλετο, οὓς ὅτε εὐτύχει ἐφίλει τε καὶ εὐηργέτει, μεθ' ὧν καὶ τεθάρρηκε τὴν κατὰ τοῦ ἀδελφοῦ σκῆψιν, οὐ πολλοῦ δεηθεὶς τοῦ χρόνου ἐγκρατής τε αὖθις τῆς Θεσσαλονίκης ἐγένετο καὶ τῶν πέριξ πόλεων καὶ χωρῶν. βασιλεὺς δὲ ὀνομάζεσθαι οὐκ ἠθέλησε διὰ τὸ τῶν ὀφθαλμῶν πάθος, τὸν δὲ υἱὸν αὐτοῦ Ἰωάννην βασιλέα ὠνόμασε καὶ ἐρυθροῖς πεδίλοις τοὺς πόδας ἐκείνου ὑπέδησε καὶ τοιούτοις γράμμασιν ὑπογράφειν διώρισεν, αὐτόν τε διέπειν τὰ κοινὰ καὶ διεξάγειν τὰ τοῦ υἱοῦ. τὸν δ' ἀδελφὸν Μανουὴλ τῆς ἀρχῆς ἐκβαλὼν καὶ ἐμβαλὼν ἔν τινι τριήρει περὶ τὴν Ἀττάλου ἐξώρισε, τὴν δὲ σύζυγον αὐτοῦ πρὸς τὸν πατέρα Ἀσὰν ἐξέπεμψεν. ὁ δ' Ἀσὰν τὸν πενθερὸν μᾶλλον ἐφίλει Θεόδωρον ἢ τὸν γαμ βρὸν αὐτοῦ Μανουήλ· ὑπερηγάπα γὰρ τὴν σύζυγον Εἰρήνην οὐχ ἧττον ἢ Ἀντώνιος τὴν Κλεοπάτραν. Ὁ μὲν οὖν Μανουὴλ τῇ Ἀττάλου προσοκείλας παρὰ προσδοκίαν τοὺς ἐξ Ἄγαρ εὗρε φιλανθρωπίᾳ μᾶλλον πρὸς αὐτὸν χρησαμένους· ἐπεὶ γὰρ εἰρήκει πρὸς τὸν βασιλέα Ἰωάννην τυγ χάνειν αὐτοῦ τὴν ὁρμήν, παρεχώρησάν τε τούτῳ τὴν δίοδον καὶ*** ἐφοδιασάμενοι προσηκόντως. ἐκεῖθεν οὖν πρὸς τὸν βασιλέα ἀφίκετο οὗτος, καὶ ὁ βασιλεὺς ἀσμένως τε τοῦτον ἐδέξατο καὶ ὡς προσῳκειωμένον τῷ γένει καὶ ὡς πάλαι δεσπότην ὠνομασμένον· δοὺς δὲ αὐτῷ χρῆμα καὶ τριήρεις ἓξ περὶ Μεγάλην Βλαχίαν ἀφῆκεν, ὅρκους παρ' αὐτοῦ λαβὼν φρικώδεις, οἷος ἐκεῖνος συνέσεως καὶ ἀγχινοίας πλήρης ὤν. καταλαβὼν οὖν τὸν τῆς Δημητριάδος χῶρον ὁ Μανουὴλ κἀκεῖθεν τοῖς μὲν τῶν οἰκείων γραφαῖς παρασημήνας τὴν αὐτοῦ ἔφοδον, τοὺς δὲ ὑποθέλξας ταῖς ὑποσχέσεσιν, οὐ διὰ πολλῶν συνηθροίκει τῶν ἡμερῶν περὶ αὐτὸν στράτευμα, ἦρξέ τε Φαρσάλων καὶ Λαρίσσης καὶ Πλαταμῶνος καὶ τῶν περὶ αὐτά. εἶτα δὴ σπονδὰς ποιησάμενος συνῆλθε τούτου τοῖν ἀδελφοῖν τῷ τε Κωνσταντίνῳ καὶ τῷ Θεοδώρῳ· ὁ μὲν γὰρ Κωνσταντῖνος δεσπότης, ὡς ἔφημεν, ὢν ἦρχεν ὧν εἰ ρήκειμεν ἄρχειν, ὁ δὲ Θεόδωρος ἦν ὁ τοῦ φημιζομένου ἐν Θεσσαλονίκῃ Ἰωάννου πατήρ. ἐπεὶ δὲ συνῄεσαν, πείθουσι καὶ ἄμφω τὼ ἀδελφὼ τὸν Μανουὴλ τῶν σπονδῶν ἐκστῆναι τῶν πρὸς τὸν βασιλέα Ἰωάννην. ὁ δὲ ἑκὼν ἀέκων, ὡς ἔφασκον οἱ παρατυχόντες καὶ περὶ τῶν τοιούτων εἰδότες, συνῄνεσεν αὐτῶν τοῖς βουλεύμασι· καὶ τὸ ἀπὸ τοῦδε ὑπῆρ χον συνδεδεμένοι, ταῖς σφετέραις χώραις ταῖς μεμερισμέναις αὐτοῖς ἀρκούμενοι, καὶ μετὰ τῶν ἐν Πελοπονήσῳ καὶ Εὐρίπῳ Λατίνων συμβιβάσεις ἔχοντες εἰρηνικάς.