Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 39 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
39.1
Οὐ πολὺς παρερρύη χρόνος, καὶ ὁ Μανουὴλ ἐξ ἀνθρώπων ἐγένετο, μετάμελος, ὡς ἔλεγον, τῶν παραβασιῶν τῶν πρὸς τὸν βασιλέα γενόμενος. θνήσκει δὲ καὶ ἡ βασιλὶς Εἰρήνη, γυνὴ σωφρονική τε καὶ ἀρχικὴ καὶ πολὺ τὸ μεγα λεῖον ἐπιδεικνυμένη τὸ βασίλειον. ἔχαιρε δὲ καὶ λόγοις καὶ σοφῶν ἠκροᾶτο μετὰ ἡδονῆς· ἐτίμα δὲ τούτους ὑπερ βαλλόντως, ὡς ἔστιν ἐκ τούτου γνῶναι. καὶ γὰρ ἐκλείψεως γινομένης, ἡλίου τὸν καρκίνον διοδεύοντος περὶ μεσημβρίαν, ἐπείπερ αὐτὸς οὕτω συμβὰν ἐν τοῖς βασιλείοις ἀπῆλθον– ἐσκηνοῦτο δὲ περὶ τοὺς τόπους οὓς ὀνομάζουσι Περίκλυστρα σὺν τῇ βασιλίδι ὁ βασιλεύς– ἠρώτηκέ με τὴν τῆς ἐκλεί ψεως αἰτίαν. καὶ αὐτὸς μὲν ἀκριβῶς οὐκ εἶχον ἐρεῖν– ἄρτι καὶ γὰρ τῶν τῆς φιλοσοφίας ἡψάμην ὀργίων παρὰ τοῦ σοφοῦ Βλεμμύδου διδασκόμενος– ὅμως μέντοι παρ' αὐτοῦ τῷ τότε ὅσον ἦν εἰκὸς ἐπιγνοὺς τήν τε τῆς σελήνης ἐπιπρόσθησιν αἰτίαν τῆς ἐπισκιάσεως ἔλεγον εἶναι, καὶ δο κεῖν μὲν ἐκλείπειν τὸν ἥλιον, οὐκ ἀληθῆ δὲ εἶναι τὴν τῆς φαύσεως στέρησιν, μᾶλλον μέντοι τοῦτο τὴν σελήνην πά σχειν, ἐπὰν τῷ σκιάσματι ἐμπέσῃ τῆς γῆς, διὰ τὸ ἐξ ἡλίου τὸ φέγγος αὐχεῖν. ἐπεὶ δὲ ὁ λόγος ἐπὶ μήκιστον παρετεί νετο, ἀντέλεγε δὲ τοῖς λεγομένοις ὁ ἰατρὸς Νικόλαος, ἀνὴρ ἥκιστα μὲν φιλοσοφίας μετασχών, ἄκρος δὲ τὴν οἰκείαν τέχνην καὶ μάλιστα τὴν διὰ πείρας γινωσκομένην· πάνυ δὲ οὗτος ἠγαπᾶτο τῇ βασιλίδι, ἀκτουαρίου δὲ εἶχε τιμήν. ἐπεὶ γοῦν ἀντέλεγεν οὗτος, αὐτὸς δὲ πλέον ἐστωμυλλόμην, ἐν τῷ μεταξὺ τῶν λεγομένων ἀπεκάλεσέ με ἡ βασιλὶς μωρόν· εἶτα δὴ ὥσπερ τι οὐ προσῆκον ἐργασαμένη, πρὸς τὸν βασι λέα στραφεῖσα «ἀπρεπῶς ἄρα εἰρήκειν» ἔφη «καλέσασα τοῦ τον μωρόν». καὶ ὁ βασιλεὺς «οὐ καινόν· μειράκιον γάρ ἐστιν». εἴκοσι γὰρ σὺν ἑνὶ τότε ὑπῆρχον ἐτῶν, καὶ οὐ πάμπαν ἀπᾴδει τούτου τὸ πρόσρημα. ἀλλ' ἡ βασιλὶς «οὐ χρεών» φησι «τὸν φιλοσόφους λόγους προφέροντα οὑτωσί γε προσ αγορευθῆναι παρ' ἡμῶν». ταῦτ' εἶπον, ὡς ἂν παραστήσαιμι ὅπως τε αὕτη ἐφίλει τοὺς λόγους καὶ τοὺς εἰδότας τούτους ἐτίμα. θνήσκει μέν, ὡς ἔφην, ἡ βασιλὶς αὕτη, οἶμαι δὲ καὶ τὴν τοῦ ἡλίου ἔκλειψιν τὸν αὐτῆς προσημᾶναι θάνα τον. καὶ κομήτης δὲ πρὸ μηνῶν ἓξ περὶ τὸ μέρος ἀνεφάνη τοῦ βορρᾶ· ἦν δὲ πωγωνίας καὶ διήρκεσε μῆνας τρεῖς, οὐκ ἐν ἑνὶ τόπῳ ἀλλ' ἐν διαφόροις φαινόμενος. Μετὰ βραχὺ δὲ καὶ ὁ Βουλγάρων ἄρχων Ἀσὰν ἐξ ἀνθρώπων ἐγένετο, ἀνὴρ ἐν βαρβάροις ἄριστος ἀναφανείς, οὐκ ἐν τοῖς οἰκείοις γὰρ μόνον ἀλλά γε δὴ καὶ τοῖς ἀλλοτρίοις. ἐχρή σατο καὶ γὰρ φιλανθρωπότερον τοῖς προσερχομένοις αὐτῷ ἐπή λυσι καὶ μάλιστα τοῖς Ῥωμαίοις, καὶ φιλοτίμως αὐτοῖς παρεῖχε τὰ σιτηρέσια. ἐπεὶ οὖν αὐτὸς ἐτεθνήκει, ὁ υἱὸς αὐτοῦ, ὃν Καλιμᾶνον ὠνόμαζον, ἐκ τῆς ἐξ Οὔγγρων τούτῳ γεγεννη μένος, τὴν ἀρχὴν ἀνεδέξατο. ἦν δὲ τῷ τοιούτῳ Καλιμάνῳ καὶ αὐτοκασιγνήτη, ἧς τοὔνομα Θάμαρ. ἐκ δὲ τῆς τοῦ Ἀγγέλου θυγατρὸς τῷ Ἀσὰν τρεῖς παῖδες γεγέννηνται, ἄρρην ὁ Μιχαὴλ καὶ θήλειαι, ὡς εἰρήκαμεν, ἡ Μαρία καὶ ἡ Ἄννα. ὁ μὲν οὖν Καλιμᾶνος τὴν πατρικὴν ἀρχὴν ἀνα ζωσάμενος καὶ τὰς μετὰ τοῦ βασιλέως Ἰωάννου σπονδὰς ἀνενεώσατο, καὶ εἶχον εἰρήνην ἐν τοῖς τοιούτοις τὰ πράγ ματα. τοῦ δὲ Μανουὴλ τοῦ ἀδελφοῦ Θεοδώρου τετελευ τηκότος, τὴν κρατουμένην παρ' αὐτοῦ χώραν ὁ ἀνεψιὸς αὐτοῦ Μιχαὴλ κατέσχε καὶ τῇ αὐτοῦ προσήρμοσε χώρᾳ· καὶ ἦσαν αὖθις εἰρηνεύοντες ὅ τε Θεόδωρος ὁ Ἄγγελος, τὸν υἱὸν αὐτοῦ Ἰωάννην ἔχων ἐν Θεσσαλονίκῃ καὶ τοῖς περὶ αὐτὴν βασιλικῶς φημιζόμενον, καὶ ὁ θεῖος αὐτοῦ Κωνσταντῖνος δεσπότης καὶ οὗτος καλούμενος, καὶ ὁ ἀνε ψιὸς αὐτοῦ Μιχαήλ.

Intertext edge

Open linked passage

Note