Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 3 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Ἐπεὶ γοῦν οὗτος ἐξῄει τῆς Κωνσταντίνου, πρεσβεύ ουσι πρὸς τοὺς Ἰταλοὺς οἱ οἰκήτορες, ὡς ἂν ὁ τοῦ Ἰσαακίου Ἀλέξιος, δι' ὃν ὡς ἐδόκει τὸ μάχιμον ἦν, ἐντὸς εἰσαχθείη καὶ βασιλεὺς ἀναγορευθείη. εἰσάγεται γοῦν εἰς τὴν πόλιν ὁ παῖς ἐπὶ ταῖς προτέραις συνθήκαις, αἷς ὑπέσχετο τοῖς ἀναβιβάσασιν αὐτὸν Ἰταλοῖς, καὶ βασιλεὺς παρὰ παντὸς ἀναγορεύεται τοῦ λαοῦ. ἦσαν οὖν τὸ ἀπὸ τοῦδε οἵ τε πο λῖται οἵ τε Ἰταλοὶ τῷ δοκεῖν εἰρηνεύοντες, τῶν μὲν Ἰταλῶν ἀπαιτούντων τὰς ὑποσχέσεις καὶ τὰ ἀναλώματα, τῶν δ' οἰκητόρων τῆς πόλεως ὑπὲρ ἀριθμὸν ἡγουμένων τὸ χρῆμα καὶ διισχυριζομένων, ὡς οὐκ ἂν ἔχοιεν τοσαῦτα τοῖς Ἰταλοῖς ἐπι δοῦναι. συνέβη δὲ τῷ τότε καὶ γογγυσμὸν ἐν τῇ πόλει τούτου χάριν γενέσθαι. ὁ γὰρ πατὴρ Ἀλεξίου ὁ Ἄγγελος Ἰσαάκιος– ἔτι γὰρ περιῆν τῷ βίῳ, κἂν ἀπῆρε μετὰ μικρὸν μήπω ἁλούσης τῆς Κωνσταντίνου– γνώμην δέδωκεν, ὡς τῶν ἱερῶν κειμηλίων συνάθροισιν γεγονέναι τὰ πρῶτα ἐκεῖθέν τε ἄρξασθαι τοῦ πρὸς τοὺς Ἰταλοὺς χρέους, τὸ δ' ἐλλεῖπον ἐκ τῶν βασιλικῶν ταμιείων δοθῆναι καὶ τῶν οἰκη τόρων τῆς πόλεως. ἐν τῷ μεταξὺ δὲ τῆς ἀμφισβητήσεως οὔσης καὶ ἐξ ἑκατέρων τῶν μερῶν ἀφικνουμένων τῶν πρέσβεων, φονεύεται ὁ παῖς τοῦ Ἰσαακίου Ἀλέξιος παρ' Ἀλεξίου τοῦ Δούκα, ὃν πρωτοβεστιάριον οὗτος τετίμηκεν, οἱ δὲ τῆς πόλεως εἴς τι τῶν αὐτοῦ ἐπιμεμφόμενοι Μούρ τζουφλον ἐκάλουν. ἀνηγορεύθη γοῦν παρὰ τῶν πολιτῶν ὁ ῥηθεὶς Ἀλέξιος Μούρτζουφλος βασιλεύς. τοῦ τοιούτου γοῦν χάριν ἐπὶ πλέον μανέντες οἱ Ἰταλοὶ ἄσπονδον τὴν ἔχθραν κατὰ τῶν Κωνσταντινουπολιτῶν ἐποίησαν. συνέβη δὲ καὶ ἕτερόν τι γενέσθαι τοῖς πολίταις βούλευμα οὐκ ἐπαίνου ἄξιον. τοὺς γὰρ Λατίνους, οὓς οἰκήτορας εἶχεν ἡ Κωνσταντίνου, οἱ προύχοντες καὶ τῶν ἐν τέλει συνεβουλεύσαντο ἀποπέμψαι τῆς πόλεως, ὡς μὴ ἐπιβούλους αὐτοὺς ἐντὸς ἔχοιεν. οἱ δὲ αὐτόμολοι πρὸς τοὺς πολεμίους χωροῦσι χιλιοστύες πολλαί, ὅρκοις ἀρρήκτοις τὸ πρῶτον τοὺς πολίτας πληροφοροῦντες μὴ ἄν ποτε μελετῆσαι κατ' αὐτῶν προδοσίαν, συναποθανεῖν δὲ εἰ συμβαίη αὐτοῖς ὡς ἰθαγενεῖς καὶ αὐ τόχθονας· καίτοι καὶ γυναῖκας καὶ παιδία διδόντες ἐν ἀσφα λεστέροις ταῦτα τόποις ἀπαγαγεῖν, οὐκ ἔπεισαν. ἐξελθόντες δὲ πολλὰ τοῖς ἐναντίοις συνήραντο ἅτε πλῆθος πολὺ ὄντες καὶ εἰδήμονες τῶν πραγμάτων.

Intertext edge

Open linked passage

Note