Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
40.1
Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης, ἐπειδὴ ὁ Βούλγαρος Ἀσὰν ἐκποδὼν ἐγένετο καὶ μειράκιον ἦρχε τῆς τῶν Βουλ γάρων, ἀδείας δραξάμενος ἐπεχείρησε τὴν βασιλικὴν κατα λῦσαι κλῆσιν τὴν ἐπιφημιζομένην τῷ Ἰωάννῃ τῷ υἱῷ τοῦ Ἀγγέλου. καὶ πρῶτον μηνύμασιν ὑποποιεῖται τὸν αὐτοῦ πατέρα Θεόδωρον. καὶ δῆτα οἷος ἐκεῖνος ἀπροόπτως ἐπι χειρῶν ἐν τοῖς πράγμασι, μηδέν τι τῶν συμβησομένων ὑπι δὼν προσέρχεται τῷ βασιλεῖ Ἰωάννῃ. καὶ ὑποδέχεται αὐτὸν οὗτος ἀσμένως καὶ τετίμηκε, θεῖόν τε τοῦτον ἀποκαλῶν κἀν τῇ αὐτοῦ συγκαθίζων τραπέζῃ καὶ τῶν λοιπῶν φιλο φρονημάτων μεταδιδούς. ἐπεὶ δὲ τοῦτον ἐν χεροῖν ἔσχεν ὁ βασιλεύς, ἔτυχε δὲ καὶ ταῖς αὐτοῦ δυνάμεσι ταῖς Ῥωμαϊ καῖς στράτευμα ἀξιόμαχον προστεθὲν ἐκ Σκυθῶν– τού τους γὰρ πρὸ βραχέος δώροις τε καὶ δεξιώσεσι ποικίλαις ὁ βασιλεὺς Ἰωάννης χειροήθεις τε πεποίηκεν ἐξ ἀγριωτέρου τοῦ ἤθους καὶ τῆς Μακεδόνων ἀπέσπασε καὶ πρὸς τὰ τῆς ἕω διεπέρασε μέρη– τούτοις μᾶλλον θαρρήσας καὶ μη δέν τι δεινὸν ἐκ Βουλγάρων προσδοκῶν, τὸ μὲν διὰ τὰς γεγενημένας σπονδάς, τὸ δὲ καὶ διὰ τὸ ὑπὸ μειρακίου τὰ τῶν Βουλγάρων διεξάγεσθαι, ἀπάρας τῆς ἕω ὁ βασιλεὺς καὶ διαπεραιωθεὶς τὸν Ἑλλήσποντον, τὰς ἐκ τῶν Ῥωμαϊκῶν στρατευμάτων δυνάμεις καὶ τὰς ἐκ τῶν Σκυθῶν μεθ' ἑαυ τοῦ ἔχων χωρεῖ κατὰ τοῦ ἐν Θεσσαλονίκῃ βασιλεύειν φημι ζομένου Ἰωάννου. ἐπεὶ δὲ παρῆλθε τὰ τῆς Θρᾴκης καὶ Μακεδονίας χωρία, ἤδη δὲ καὶ τὴν Χριστούπολιν παρήμειψε καὶ τὸν Στρυμόνα, τῷ φρουρίῳ τῆς Ῥεντίνης προσέσχεν, ὑπό τινων τηρουμένῳ τῶν Ἰωάννου· οἳ καὶ πρὸ τοῦ τὰ στρατεύματα τοῦ βασιλέως Ἰωάννου ἰδεῖν καταλιπόντες τὸ φρούριον, φυγῇ χρησάμενοι δρομαῖοι τὴν Θεσσαλονίκην εἰσ ῄεσαν. ἔρημον δὲ ἀνδρῶν πολεμιστῶν εὑρόντες οἱ τοῦ βασιλέως κατέσχον αὐτὸ καὶ φυλακὴν ἐγκατέστησαν. ὁ δὲ βασιλεὺς τὴν στρατιὰν ἅπασαν συλλεξάμενος ἐγγύς που τῆς Θεσσαλονίκης ὡσεὶ σταδίους ὀκτὼ τὴν σκηνὴν πήγνυσι· κῆπος τοῦ Προβατᾶ ἡ κλῆσις τοῦ τόπου. ἑλεπόλεις μὲν καὶ μηχανήματα οὐκ ἦν αὐτῷ εὐχερὲς κατὰ τῆς τοσαύ της πόλεως στήσασθαι κἀντεῦθεν μετὰ μάχης τοιᾶσδε χει ρώσασθαι, ἐκδρομὰς δὲ ἐποίει διὰ τῶν στρατευμάτων καὶ τὰ πέριξ πάντα ἐλήιζε, καὶ μάλιστα διὰ τῶν Σκυθῶν. πάντα γοῦν λείαν ἐποίουν. εἶχε δὲ μεθ' ἑαυτοῦ καὶ τριή ρεις, ὧν ἦρχεν ὁ Κοντοφρὲ Μανουήλ. ἔγκριτοι δὲ τῷ βα σιλεῖ παρείποντο ἄνδρες, ὁ Τορνίκης Δημήτριος, τὰ κοινὰ διέπων καὶ μεσιτεύων ταῖς ὑποθέσεσιν, Ἀνδρόνικος ὁ Παλαιο λόγος, ὃς τὴν τοῦ μεγάλου δομεστίκου περιεζώννυτο δύνα μιν, τὰ τῶν στρατευμάτων διεξάγων πράγματα, καὶ ἄλλοι πλείους εἰς ἡγεμόνας ἀποτεταγμένοι, ὅ τε Ῥαοὺλ Ἀλέξιος πρωτοβεστιάριος ὤν, ὁ ἐπὶ τῆς τραπέζης Νικηφόρος ὁ Ταρ χανειώτης, ὁ Κοντοστέφανος ὁ τὴν πρωτοσεβαστοῦ ἔχων ἀξίαν, ὁ Πετραλίφας μέγας χαρτουλάριος ὠνομασμένος, καὶ ἄλλοι τῶν ἐπιφανῶν οὐκ ὀλίγοι. ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης παρακαθήμενος ὅσα ἦν εἰκὸς ποιεῖν ἐποίει κατὰ τῆς πόλεως. οἱ δὲ ἐντὸς οὐκ ἀπώκνουν ἐργάζεσθαι, ἀλλὰ καὶ οὗτοι ἐκδρομὰς τῶν πυλῶν ἐξιόντες κατὰ τῶν τοῦ βασι λέως ἐποίουν. οὐ συχναὶ παρῆλθον ἡμέραι, καὶ τὸ τῶν Ταχαρίων ἔθνος κατὰ τῶν Μουσουλμάνων χωρῆσαν καὶ πόλεμον κατ' αὐτῶν συρρῆξαν νενίκηκε. καὶ ὁ λόγος φθά νει πρὸς τὸν βασιλέα, διαμηνυθεὶς παρὰ τοῦ υἱέος αὐτοῦ τοῦ βασιλέως Θεοδώρου· τοῦτον γὰρ καταλελοίπει περὶ τὰ μέρη τῶν Πηγῶν διατρίβειν, ἀφεὶς μετ' αὐτοῦ καὶ τὸν Μουζάλωνα Ἰωάννην, μυστικὸν μὲν ὄντα ὅτε τοῖς κοσμικοῖς συνετάττετο, τότε δὲ μοναχὸς ἦν, ἀνὴρ ὀξύνους καὶ δραστή ριος καὶ βασιλικοῖς τῶν ἄλλων πλέον ἐμπρέπων πράγμασι, καὶ τὸν Λιβαδάριον Μιχαήλ, μέγαν ἑταιρειάρχην ὄντα. ὡς γοῦν τῆς φήμης ὁ βασιλεὺς ᾔσθετο, σιωπὴν παραγγεί λας τοὺς εἰδότας ἄγειν καὶ μηδενὶ περὶ τούτου κοινωνεῖν, εἰς συμβιβάσεις μετὰ τοῦ ἐντὸς Ἰωάννου χωρεῖ, πρέσβιν ἐν τούτοις λαβὼν τὸν Ἰωάννου πατέρα τὸν Ἄγγελον Θεόδωρον. πληρουμένων γοῦν ἡμερῶν τεσσαράκοντα ἐγένοντο αἱ σπον δαὶ καὶ οἱ ὅρκοι προέβησαν· τὰ μὲν γὰρ ἐρυθρὰ πέδιλα ἀπεβάλλετο καὶ τὴν περιμάργαρον πυραμίδα, εἰς ἣν καὶ λί θος ὑπερκάθηται κόκκινος, βασιλικὰ ταῦτα σύμβολα, τετίμη ται δὲ πρὸς τοῦ βασιλέως τῷ δεσποτικῷ ἀξιώματι, καὶ εὔνους ἀνεφάνη τῷ βασιλεῖ. ταῦτα διαπραξάμενος ὁ βασι λεὺς παλινοστεῖ πρὸς τὴν ἕω, καταλιπὼν δεσπότην τὸν βασιλέα καὶ ὑποχείριον, ὅρκοις συνδήσας τοῖς εἰωθόσι καὶ δώροις εἰκόσι δεξιωσάμενος καὶ πάντας τοὺς ὑπ' ἐκεῖνον φιλοφρονησάμενος χρήμασι. καταλελοίπει δὲ μετ' αὐτοῦ καὶ τὸν πατέρα τούτου Θεόδωρον.