Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 41 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
41.1
Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης κατειλήφει τὴν ἕω. τὴν γοῦν χειμερινὴν τότε παραμείψας ὥραν ἐν τῷ Νυμφαίῳ, ὡς ἔθος ἦν αὐτῷ, ἀπάρας ἐκεῖθεν περὶ τὴν Λάμψακον ᾔει· κἀκεῖσε τὸ θέρος διαβιβάσας καὶ τὴν τῆς ὀπώρας ὥραν, ἐπεὶ ὁ χειμὼν ἤρξατο, τοῦ χώρου μεταβὰς περὶ τὰ τῶν Πηγῶν ἐχώρει μέρη. μεγίστου δὲ χειμῶνος πεπείραται καθ' ὁδόν, ἀρξαμένου μὲν ἐπὰν ὁ βασιλεὺς εἰς τὴν Σιγρη νὴν ἐσκήνωσεν· ἡμέρας δύο δὲ τῇ δριμύτητι τούτου καὶ τῇ σφοδροτάτῃ φορᾷ τῆς χιόνος τεταλαιπώρηκε, μέχρις ἂν κατηντήκει ἐς τὸ τῶν Πηγῶν ἄστυ. πολλοὶ γοῦν καθ' ὁδὸν ἐτεθνήκεισαν καὶ πολλαί· μέχρι γοῦν τριακοσίων, ὡς οἱ ἀριθμήσαντες ἔφασκον, ὑπὸ τῆς χιόνος κατεχώσθησαν, μὴ δυνάμενοι ἀντωπῆσαι τῇ τοῦ πνεύματος φορᾷ. οὐδεὶς γοῦν τῶν ἰδόντων ἔλεγε γινώσκειν γεγενῆσθαί ποτε τοιοῦ τον χειμῶνα. ἦγε δὲ τῷ τότε ὀκτωκαιδεκάτην μὴν ὁ Δεκέβριος, ἔτος δὲ ἦν ἐπὶ τῷ ἑξακισχιλιοστῷ καὶ ἑπτακοσι οστῷ τὸ τεσσαρακοστὸν οἶμαι πρῶτον. ὁ μὲν οὖν βασιλεὺς ἐν τῷ τῶν Πηγῶν ἄστει διημερεύσας, μέχρις ἂν τὸ πολὺ τοῦ χειμῶνος λωφήσῃ, ἐξιὼν ἐκεῖθεν εἰς τὸ Νύμφαιον ἀπῄει, καὶ ἦν ἐκεῖσε μέχρι καὶ τῆς τοῦ ἔαρος ἐπιλάμψεως. Ἐπεὶ γοῦν, ὡς εἰρήκειμεν, ἡ τῶν Μουσουλμάνων παρὰ τῶν Ταχαρίων καταλέλυται στρατιά, σουλτὰν δὲ ἦρχεν αὐτῶν, οὗ κλῆσις Ἰαθατίνης, υἱὸς τοῦ σουλτὰν Ἀζατίνη, φαῦλος ἐξ ἀγαθοῦ ἀρχὸς γεγονώς· πότοις γὰρ ἔχαιρε καὶ ἀσελγείαις καὶ κοίταις ἀλλοκότοις τε καὶ ἀτόποις, καὶ συνῆν ἀεὶ ἀν θρωπίσκοις οὐκέτι λόγον εἰδόσιν οὐδ' ἀνθρωπίνην φύσιν τὸ σύνολον. ὁ πατὴρ δὲ αὐτοῦ οὐ τοιοῦτος ἦν, ἀλλ' ἡττᾶτο μέν, οὐ σφόδρα δέ, τῶν ἀσελγειῶν· διὸ καὶ βέλτιον τῶν πρὸ αὐτοῦ ἐστρατήγει καὶ φιλίως πρὸς τὸν βασιλέα διέκειτο. ἀλλ' οὗτος, οἷς ἔχαιρε, πλησμίως τούτων ἀπώνατο. πεπεί ραται γοῦν μάχης Ταχαρικῆς καὶ ἥττηται. ἐν στενῷ γοῦν τῶν πραγμάτων κομιδῇ γεγονὼς πρέσβεις ἐκπέμπει πρὸς τὸν βασιλέα Ἰωάννην βουλῆς τε ἀξιῶν ἀρίστης ἐξ αὐτοῦ τυχεῖν, ὡς ἂν ἀποτρέψαιτο τὸν ἀντίπαλον καὶ μικρὸν κου φισθείη τοῦ βάρους αὐτοῦ, σωτηριῶδες τοῦτο φάσκων τυγ χάνον ἀμφοῖν· τοῦ γὰρ γένους τῶν Μουσουλμάνων παρὰ τῶν Ταχαρίων ἀπολωλότος ἄνετος λείπεται τοῖς ἐναντίοις ἡ κατὰ τῶν Ῥωμαϊκῶν χωρῶν ἔφοδος. καὶ ἦν τοῦτο πάνυ γε ἀληθές. ὁ γοῦν βασιλεὺς Ἰωάννης, οἷα ἐκεῖνος δεινὸς ἐν τοιούτοις πράγμασιν, ἀποδέχεται ἄσμενος τὴν πρεσβείαν καὶ εἰς ἕνωσιν συνελθεῖν ᾑρετίσατο τῷ σουλτάν, ὡς ἂν τοῦτο τοῖς ἐναντίοις εἰς ἀποτροπὴν γένοιτο· ἡνωμένων γὰρ τῶν τοιούτων δύο ἀρχῶν μεγίστων εἰκὸς πτοίαν γενέσθαι τοῖς πολεμίοις, πρὸς ἕνα μὲν ἔχουσι τὸν σκοπόν, πρὸς δὲ δύο ἀθρόον εὑρισκομένοις. καὶ γοῦν ἐπὶ τοῖς τοιούτοις συσκευασάμενοι συνηλθέτην καὶ ἄμφω, ὅ τε βασιλεὺς Ἰωάν νης καὶ ὁ σουλτὰν Ἰαθατίνης, ἐν τῷ ἄστει τῆς Τριπόλεως, ὅπου καὶ ὁ Μαίανδρος ῥεῖ ποταμός. γέφυραν γοῦν ἐξ αὐτοσχεδίου ἐκ ξύλων οἱ τοῦ σουλτὰν ἐργασάμενοι, εὐχερῆ τοῖς βουλομένοις πεποιήκασι τὴν περαίωσιν. ἀλλήλους γοῦν οἱ ἀρχοὶ φιλοφρόνως δεξιωσάμενοι, ἔτι δὲ καὶ τοὺς ὑφ' ἑκάτερον ἑκάτεροι προύχοντας, καὶ συνθήκας, ἃς καὶ πρὸ τοῦ εἶχον, κρειττόνως βεβαιωσάμενοι, ὡς ἂν μάχοιντο συν ημμένως τοῖς ἐναντίοις, διελύθησαν, ὁ μὲν βασιλεὺς ὑπο στρέψας εἰς τὴν Φιλαδέλφου, ὁ δὲ σουλτὰν εἰς τὴν Ἰκονιέων, ἔνθα εἶχε καὶ τὰ βασίλεια. τότε μὲν καὶ ἀμφοῖν τὰ τῆς μάχης ἠρέμησαν. καὶ γὰρ ἡ τῶν Ταχάρων στρατιὰ καθ' ἑαυτὴν ἔμενε καὶ οὐ κεκίνητο ὡς ἔθος· ἐν τοῖς ἑαυτῶν καὶ γὰρ ἠσχολοῦντο πράγμασι.

Intertext edge

Open linked passage

Note