Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
42.1
Μετ' οὐ πολὺ δὲ καὶ ὃν προειρήκειμεν Ἰωάννην τὸν δεσπότην γεγενημένον παρὰ τοῦ βασιλέως Ἰωάννου τὸ χρεὼν εἰλήφει. ὑπῆρχε δὲ αὐτῷ ἀδελφὸς Δημήτριος, ὃς μεταστειλάμενος πρεσβείαν εἰς τὸν βασιλέα τοῦ τε δεσποτι κοῦ ἀξιώματος ἐκεκληρονομήκει τοῦ ἀδελφοῦ καὶ δεσπόζειν πάντων τῶν ὑπ' ἐκεῖνον προστέτακται. ἀλλ' ἦν οὗτος οὐκ ἀδελφὰ φρονῶν Ἰωάννῃ τῷ ἀδελφῷ, ἀλλὰ πολλῷ τῷ μέτρῳ διέζευκτο. ἐκείνου μὲν γὰρ εὐσεβείᾳ καὶ εὐλαβείᾳ καὶ σωφροσύνῃ χαίροντος– καὶ γὰρ ἔλεγον οἱ τὰ αὐτοῦ εἰ δότες μὴ ἄν ποτε ἀπολειφθῆναι μηδεμιᾶς ἡμέρας τοῦ ἔτους τοῦ μὴ τῆς θείας ἱεροτελεστίας ἐπακροάσασθαι, εἰ μή τις ἐκώλυε νόσος· προσεῖχε δὲ παννυχίσιν εὐχαῖς, καὶ τὰς καθ' ὥραν ὑμνῳδίας ὁσημέραι ἐπλήρου. ὡμίλει δὲ καὶ διηνεκῶς Ναζιραίοις, καὶ ἦν αὐτῷ διὰ σπουδάσματος ὅτι πλείστου τὸ τοῦ μονήρους βίου τυχεῖν καὶ τῆς ἐντεῦθεν ἡσυχίας ἐν πείρᾳ γενέσθαι ἢ κἂν προσφιλῶς διακεῖσθαι τοῖς οὕτως ἔχουσιν. ὁ δὲ ἀδελφὸς Δημήτριος ἐξ ἐναντίας εἶχε τοῦ τρόπου. μειρακίοις γὰρ ἀβελτέροις ὡμίλει καὶ τούτοις τὰ πλεῖστα συνῄσθετο, καὶ τοῖς ἀφροδισίοις ἠσέλγαινε καὶ παρὰ ταῖς ὑπὸ ζυγὸν ἐφοίτα, ὥστε ποτὲ καὶ σύμπτωμα συνέβη τούτῳ δεινόν. ἐκ γὰρ θυρίδος τοῦ ἀνδρὸς τῆς μοιχευομένης ἀθρόον ἐπεισελθόντος βουληθεὶς ἀποδρᾶσαι, ὡς ἐξ ὑπερυψήλου τοῦ τόπου πεσών, τὸν γλουτὸν ἐπλήγη· ἱκανὰς δὲ ἡμέρας νοσηλευθεὶς ἰάθη μέν, ὑπέσκαζε δὲ τῶν ποδῶν θάτερον καὶ οὐκ ἐβημάτιζεν ὁμαλῶς. ἀλλ' οὗτος οὐκ εἰς μακρὰν ἀπώνατο τῆς ἀρχῆς. ὁ γὰρ βασιλεὺς Ἰωάννης ἀδείας δραξάμενος τῷ τότε καιροῦ, ἐπείπερ, ὡς ἔφημεν, τὸ τῶν Ταχαρίων γένος ἐνησχολεῖτο ἑτέροις ἔθνεσι, καταλιπὸν τὴν πρὸς τοῦ σουλτὰν τοῦ Ἰκονίου μάχην– τῷ γὰρ Βαβυλωνίῳ καὶ τοῖς πέριξ τούτου τὰ τῆς μάχης ἐπῆγεν, ὃν Χαλιφᾶν εἰώθασι καλεῖν τὰ τῶν Μουσουλμάνων φῦλα– θέρους ὥρας γενομένης διαπεραιοῦται τὸν Ἑλλή σποντον, καταλιπὼν εἰς τὴν ἕω τὸν υἱὸν αὐτοῦ Θεόδωρον. Ἔτυχε μὲν πρὸ καιροῦ τὸν πατριάρχην Γερμανὸν τὰ τῇδε καταλιπόντα πρὸς τὰς θείας ἀπᾶραι σκηνάς, καλῶς καὶ ὁσίως βιώσαντα καὶ καλῶς τὴν αὐτοῦ ποιμάναντα ποίμνην· ἐγένετο δὲ μετ' αὐτὸν Μεθόδιός τις καλούμενος μοναχός, ἡγούμενος τῆς κατὰ Νίκαιαν Ὑακίνθου μονῆς, ἀνὴρ αὐχῶν μὲν εἰδέναι πολλά, ὀλίγων δὲ ἴδρις ὤν. ἀλλ' οὗτος τρεῖς καὶ μόνους μῆνας ἐπαπολαύσας τοῦ θρόνου τετελεύτηκεν. ἐστέρετο γοῦν ἀρχιερέως ἡ ἐκκλησία. ὁ γὰρ βασιλεὺς Ἰωάν νης ἐν τοῖς τοιούτοις μὴ πρόχειρος ὢν οὐκ εὐχερῶς εἶχεν ἐκ τοῦ προχείρου τὸν ἄξιον ἐφευρεῖν, ἢ μᾶλλον τὸν ἐκείνῳ ἀρέσοντα· μάλιστα γὰρ οἱ κρατοῦντες τοὺς πρὸς ἀρέσκειαν ἐν τούτοις προσίενται, ὡς ἂν μή τινας ἔχοιεν ἀντερίζοντας τοῖς βουλήμασι. παρερρύη γοῦν χρόνος συχνός, καὶ οὐκ ἦν ὁ διεξάγων τὸ ποίμνιον.