Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
44.1
Πάντα γοῦν ταῦτα πρὸς τοῦ βασιλέως λαβὼν ὁ Δραγωτᾶς καὶ ὡς δέλεαρ ὑποβεβλημένος ἀπῄει. ἐπεὶ δὲ φθάσοι ἐς Μελενίκον, πάντα προῦπτα τοῖς ἐποίκοις ποιεῖται καὶ σφᾶς αὐτοὺς διεγείρει προδοῦναι τὸ ἄστυ τῷ βασιλεῖ, ἐν τῷ φανερῷ μὲν οὐ ταῦτα λέγων, κρύφα δὲ τοῖς πλείστοις περὶ τούτου κοινολογούμενος. ἐπεὶ δὲ ὁ τὴν ἡγεμονίαν διέπων τοῦ ἄστεος ὁ Λιτοβόης Νικόλαος κατάνοσος ἦν καὶ τῇ κλίνῃ ταῖς τῶν ποδῶν ἀλγηδόσι προσπεπατταλευμένος, ἐλευθέρως εἶχον οἱ πάντες διαπράττεσθαι σφίσι τὰ βουλητά. ἐπεὶ δὲ καὶ ὁ Μαγκλαβίτης Νικόλαος εἷς ἦν τῶν ἐπιφανε στέρων ἐν τοῖς τοῦ Μελενίκου οἰκήτορσιν, ἀνὴρ δραστήριος καὶ δεινὸς καιρικαῖς περιπετείαις συμμεταβάλλεσθαι, τὰ τοῦ Δραγωτᾶ φωράσας καὶ γνούς, ὡς δυνηθείη ἂν τὰ ὑπεσχη μένα τῷ βασιλεῖ διαπράξασθαι, τοῦ πλήθους τὸ πλεῖον ὑπαγαγών, τοῦ κρύφα λέγειν ἀποστὰς ἐς τὸ φανερὸν τοῖς πᾶσιν ὑπέθετο τὰ συνοίσοντα, εἰρηκὼς ὡς «ἡμῖν μὲν ἐγέ νετο προσταλαιπωρῆσαι τῇ τοῦ παιδὸς τοῦ Καλιμάνου ἀρχῇ, καὶ ἦν πρὸς ἐλπίδος ἀνδρωθῆναί τε τοῦτον καὶ πρὸς αὐτοῦ τὰς ἀμοιβὰς τῆς κακοπαθείας ἀντιλαβεῖν εἰς ἡλικίαν ἐλθόντος, ὅτε διακρῖναι δύναιτ' ἄν τις ἀπὸ φαύλου ἄνδρα καλόν. ἐπεὶ δὲ τούτου κακούργῳ τύχῃ ἡμάρτομεν, πρόκει ται δὲ ἡμῖν βρεφύλλιον ἄλλο εἰς τὴν τῶν Βουλγάρων ἀρχήν, παντὸς ἂν ἀνοηταίνοντος χείρους φανείημεν, εἰ πάλιν πρὸς δυσπραγίας ἄλλας αὐτοὺς ἐπιδοίημεν, ἀδέσποτοι τὸν πάντα βίον διατελεῖν αἱρούμενοι, ὑφ' οὗ πολλά τε καὶ μείζω τὰ δεινὰ φύεται. ἀλλ' ἐπεὶ βασιλεὺς ἡμῖν ὁ τῶν Ῥωμαίων προσήγγισε, δεῖ αὐτῷ ἑαυτοὺς ἐγχειρίσασθαι, δεσπότῃ πιστῷ καὶ εἰδότι ἄνδρα ἠδὲ κακὸν ἠδὲ καὶ ἐσθλόν, καὶ δίκαιον ἐν ἡμῖν ἔκπαλαι σχόντι. ὅ τε γὰρ ἡμέτερος χῶρος τῇ τῶν Ῥωμαίων προσήκει ἀρχῇ– πλεονεκτικώτερον γὰρ οἱ Βούλ γαροι τοῖς πράγμασι χρησάμενοι καὶ τοῦ Μελενίκου γεγένην ται ἐγκρατεῖς– ἡμεῖς δὲ πάντες καὶ ἐκ Φιλιππουπόλεως ὁρμώμεθα, καθαροὶ τὸ γένος Ῥωμαῖοι. ἄλλως τε καὶ ὁ τῶν Ῥωμαίων βασιλεὺς ἀληθῶς καὶ ἐν ἡμῖν δικαιοῦται, καὶ εἰ Βουλγάροις προσήκοιμεν· ὁ γὰρ υἱὸς τούτου καὶ βασιλεὺς Θεόδωρος τῷ βασιλεῖ τῶν Βουλγάρων τῷ Ἀσὰν κεκήδευτο, καὶ νῦν ἡ τοῦ βασιλέως τοῦ Ἀσὰν θυγάτηρ ἡ σύζυγος τοῦ τοιούτου βασιλέως δέσποινα Ῥωμαίων ὀνομά ζεταί τε καὶ ἐστί. τούτων οὖν ἁπάντων χάριν τὰ πολλὰ τῶν λεγομένων καταλιπόντας ἐπ' αὐτῷ χρὴ ἰέναι καὶ τοὺς αὐχένας ὑποκλῖναι τῷ τῆς δουλείας ζυγῷ· χρηστὸς γὰρ ὁ ζυγὸς τῶν φρονίμων βασιλέων καὶ γηραιῶν, καὶ πολλῷ κου φότερος τῶν ἔτι διατελούντων ἐν μείραξι.» Ταῦτ' εἰρηκὼς πέπεικε πάντας ἀπονητὶ καὶ πολλῶν ἄτερ πραγμάτων γενέσθαι τοῦ βασιλέως. καὶ δὴ πρέσβεις τινὰς τῶν συνεποίκων στείλαντες, τάχα μὲν κρύφα, μᾶλλον δὲ γι νωσκομένους τοῖς πλείοσι, συμβιβάσεις μετὰ τοῦ βασιλέως πεποίηνται. χρυσόβουλλος γοῦν τῷ βασιλεῖ τῶν ᾐτημένων σφίσι περιληπτικὸς γεγενημένος καὶ δεδομένος τοῖς πρέσβεσι τοῖς τοῦ Μελενίκου ἀποσταλῆναι προσετάχθη οἰκήτορσι. καὶ οἳ μετ' οὐ πολὺ ὁμοθυμαδὸν πάντες συνειλεγμένοι, ὅσοι τε τῶν προυχόντων, ὅσοι τῶν ἐν στρατείᾳ κατειλεγμένων καὶ ὅσοι κρείττους ἄλλως τῶν οἰκητόρων, πρὸς τὸν βασιλέα ἀφίκοντο, σκηνούμενον περὶ τόπον Βαλαβίσδαν οὕτω πως ἐπονομα ζόμενον, ἄνδρες εὐσταλεῖς τε καὶ ἔντιμοι κἀκ μόνης θέας αἰδοῦς καὶ τιμῆς ἄξιοι, ὑπὲρ πεντακοσίους τυγχάνοντες· οὓς αὐτὸς εἰρήκειν ἰδών· «ποία ὁπλομαχία ἡμῖν αὐτοὺς παρεστήσατο; ἢ πόσαι φάλαγγες ἱππέων τῶν τοσούτων περιεγένοντο; ἀλλ' ἐν τῷ κρείττονι ῥᾷστα καὶ τὰ μικροῦ δεῖν ἀνεπιχείρητα, κἀντεῦθεν δῆλον ὡς ἀληθές ἐστι τὸ τῷ ἀποστόλῳ Παύλῳ εἰρημένον, «οὐ τοῦ τρέχοντος οὐδὲ τοῦ διώκοντος, ἀλλὰ τοῦ εὐδοκοῦντος θεοῦ.» τῷ τοι καὶ τὸν στρατηγὸν οὐ δεῖ πάμπαν ἐπαινεῖν οὔτε μὴν ψέγειν. πολλὰ γάρ τινες διαγωνισάμενοι σπουδαίως τε καὶ συντόνως, δρα στικώτερον τοῖς παροῦσι χρησάμενοι, μικρὸν ἢ οὐδὲν κατωρ θώσαντο, ἔνιοι δὲ καὶ ἐσφάλλοντο πλεῖστα· ἕτεροι δὲ δεξιᾶς ηὐμοιρηκότες τύχης, ἀμελετήτως περὶ τὰ ἔργα χωροῦντες μεγάλων τροπαίων ἐγένοντο αὐτουργοί, οἷόν τι ξυνέβη τῷ τότε καὶ τῷ βασιλεῖ Ἰωάννῃ. πολλῶν γὰρ ἄστεων καὶ χώ ρων πολλῶν ἐγεγόνει δεσπότης ἐν ἀκαρεῖ, μή τινος πολέμου γεγενημένου μηδέ τινος πεσόντος ἐν μάχῃ μηδὲ χυθέντος αἵματος μηδὲ ξίφους κατορχησαμένου σώματος· ἀλλ' ἡμέρως καὶ γαληνῶς ὥσπερ τινὸς κλήρου πατρόθεν τούτῳ προσήκον τος ἀνιδιτὶ τῶν τοιούτων ἁπάντων κατῆρξε. Στενίμαχος γὰρ καὶ Τζέπαινα, καὶ ὅσα ἦν τῷ τῆς Ῥοδόπης ὄρει παρα κείμενα πολίχνιά τε καὶ κωμοπόλεις, ὑπόφορα τούτῳ γεγέ νηνται, καὶ ὅρος αὐτῷ τε καὶ τοῖς Βουλγάροις Ἕβρος ἦν ποταμός. ἐκ δὲ τοῦ πρὸς βορρᾶν μέρους Στούμπιόν τε καὶ Χοτοβὸς ὀχυρὰ ἄττα φρούρια καὶ χῶρος ὁ Βελεβουσδίου ὑπὸ τοῦ βασιλέως ἦν, Σκόπιά τε καὶ Βελεσός· καὶ μέχρι Πριλάπου καὶ τῶν Πελαγονίας χωρίων, Νευστάπολίς τε καὶ Πρόσακος, τὰ πάντα ὑπῆρξε τῷ βασιλεῖ ὑποχείρια. καὶ σπονδαὶ ἐπὶ τούτοις τῶν Βουλγάρων τῷ βασιλεῖ ἐγεγόνεισαν, τοῖς τοιούτοις καὶ μόνοις ἀρκεῖσθαι τοῦτον καὶ μὴ περαι τέρω κατεπεμβαίνειν. καὶ ταῦτα μὲν οὕτως ἔσχον τὸν τρό πον, ἐγὼ δὲ αὐτὸς ἐν τοῖς ἐπιστολιμαίοις τῶν λόγων ὑπούρ γουν, ἑκάστῳ τῶν ἁλισκομένων ἄστεών τε καὶ χωρῶν καὶ γραφὴν ἐγχαράττων βασιλικήν· ἔθος γὰρ τοῦτο παλαιὸν τοῖς βασιλεῦσι Ῥωμαίων, δῆλα τοῖς μακρόθεν διὰ γραμμά των ποιεῖν τὰ σφῶν αὐτῶν κατορθώματα καὶ πρὸς ἡδονὴν ἐπεγείρειν, ἧς δὴ καὶ οὗτοι διὰ τῶν ἔργων μεταλαγχάνουσιν.