Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 45 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
45.1
Ἐπεὶ γοῦν οὕτω ταῦτα διεπράχθη τῷ βασιλεῖ, πολ λῆς μὲν ἡδονῆς αἴτια τούτῳ γεγενημένα, οὐχ ἧττον δὲ καὶ πᾶσι Ῥωμαίοις αὔξησίν τινα κατιδοῦσι τοῦ κράτους καὶ πλατυσμὸν τῆς ἀρχῆς, ἦν μὲν πρὸς βουλήσεως τῷ βασιλεῖ μνήσασθαι νόστου καὶ πρὸς τὴν ἕω ἐπαναζεῦξαι– καὶ γὰρ καὶ ὁ καιρὸς τοῦτο ἀπῄτει· μὴν γὰρ παρερρύη Ὀκτώβριος, καὶ περί που τὰ μέσα τούτου διήρχετο ὁ Νοέμβριος– ἀλλά τις λόγος χρηστὸς καὶ πάνυ ὠφέλιμος ἐνεπόδιζε τὴν ὁρμήν. ἡ γὰρ Θεσσαλονίκη, καθώσπερ προϊστορήσαμεν, τὸν τοῦ Θεοδώρου υἱὸν τὸν Δημήτριον ἐγνώριζέ τε δεσπό την καὶ κατωνόμαζε· δεσπότης γὰρ ἦν καὶ πρὸς τοῦ βασι λέως τετιμημένος. ἐπεὶ δέ, ὡς προπεφθάκαμεν περὶ τούτου ἐρεῖν, ἀτάσθαλον ἦν τὸ μειράκιον καὶ παιδιαῖς ἐνσχολάζειν προσῆκον καὶ μειρακίων ἀθύρμασι, μή τοι γε ἀνδρῶν προΐ στασθαι συνετῶν καὶ πολιτείας κατάρχειν καὶ νομίμως ἐπιστατεῖν, ἐπιβουλὴν κατ' αὐτοῦ τινες ἐξαρτύουσιν, ὧν οἱ ὀνομαστοί τε καὶ γνώριμοι Σπαρτηνὸς ἦσαν καὶ Καμπανός, ὁ Ἰατρόπουλός τε καὶ ὁ Κουτζουλάτος, οἱ δὲ τῶν ἐπισήμων ὅ τε Μιχαὴλ ὁ Λάσκαρις καὶ ὁ Τζυρίθων, ὃν καὶ μέγαν χαρτουλάριον ὁ βασιλεὺς Ἰωάννης τετίμηκεν. ἄλλοι δὲ οἱ τοῦ σκέμματος κοινωνοὶ οὔπω δῆλοι, ὡς αὐτοὶ σφίσι τοῦ πράγματος σὺν τῷ πλήθει γεγόνασιν, ἀλλ' ἔμειναν ἀκατάγνω στοι τοῖς πλείοσιν. ἕνα γοῦν τούτων τῶν εἰρημένων, τὸν Καμπανόν, οἱ πάντες συσκευασάμενοι εἰς τὸν αὐτοκράτορα Ἰωάννην ἐκπέμπουσι πραγματείας μὲν προφάσεως χάριν, τῇ δ' ἀληθείᾳ κοινοῦ χρυσοβούλλου ἐπευμοιρῆσαι, τῶν ἀνέκαθεν προσαρμοσάντων Θεσσαλονίκῃ ἐθίμων τε καὶ δικαίων περι εκτικοῦ καὶ τῆς σφῶν ἐλευθερίας παρεκτικοῦ. ὁ μὲν οὖν βασι λεὺς πάντα τε τούτοις κατὰ σκοπὸν ἐπεπράχει καὶ δωρεῶν ὑποσχέσεις τοῖς ὑπηρετήσουσι τῇ πράξει καὶ ἐγγράφους τίθησι. Ταῦτα δὴ ἐς τὸ ἀσφαλὲς οἰκονομήσας ὁ βασιλεὺς ἀπά ρας τῶν Μελενίκου χωρίων περὶ τὴν Θεσσαλονίκην ἐφέ ρετο, πρότερον ἐξαποστείλας πρέσβεις εἰς τὸν Δημήτριον, ὡς ἂν κατὰ τὰς αὐτοῦ ὑποθήκας ἀφίκοιτο εἰς αὐτὸν καὶ ἀφοσιώσοι τὸ ὄφλημα· οὕτω γὰρ συνέθετο καὶ κατώμοσεν. ὁ δὲ– οὐδὲ γὰρ εἶχε νοεῖν οἴκοθεν– τοῖς ἐπιβούλοις συμβούλοις χρώμενος οἴκοι καταμένειν ἐπείθετο· σκευωρίαν γὰρ ἔφασκον εἶναι κατ' αὐτοῦ τὴν τοῦ βασιλέως μετάκλησιν. κοῦφος δὲ ὢν οὗτος τὰς φρένας τοῖς αὐτῶν λόγοις συν εφέρετο, ὅποι καὶ νεύοιεν. ξυνέβη δὲ κἀν τούτοις, ὅπερ ὡς ἥδυσμά τι παραθήσω τοῖς λόγοις. τὸν Καμπανὸν– ἕνα δὲ τοῦτον τῶν συνιστόρων τοῦ δόλου προείπομεν εἶναι– τὰ οὐχ ὑπὲρ Δημητρίου φρονοῦντα ἀπήγγειλάν τινες, ἐπεὶ καὶ ἐκ βασιλέως ἐπανέζευξε. καὶ ὃς παρέστη τῷ Δημητρίῳ καὶ κατηγορεῖτο πρὸς τῶν ἀληθῆ κατ' αὐτοῦ φασκόντων, ὡς «ῥᾳδιουργῶν κρύφα καὶ ἀποπειρᾶται τοῦ λαοῦ καὶ γραφαὶ πρὸς αὐτοῦ τῷ βασιλεῖ πέμπονται καὶ λό γοι μυστηριώδεις διαμηνύονται.» καὶ ἦν πρὸς τῇ τοιαύτῃ ἐξετάσει ὁ Καμπανός. ὁ γοῦν Σπαρτηνός, συμμύστης ὢν τῶν πραττομένων, περὶ τῶν τοιούτων μεμαθηκὼς τάχος ἐκεῖσε φέρεται, καὶ ὡς εἶχεν ἄσθματος καὶ σπουδῆς «τί» φησι «περὶ τοῦδε τοῦ ἀλιτηρίου κατηγοροῦσί τινες, δέσποτα, ὃς εἰ ἁλῴη τοιοῦτος, πολλῶν θανάτων κριθείη ἂν ἄξιος;» καὶ ὁ Δημήτριος– ἐθάρρει γὰρ μάλα τούτῳ ὡς πιστῷ καὶ πάνυ τοῦτον εὐνούστατον κατὰ τὸν κωμικὸν ὄντα εἰ καὶ μὴ κλεπτίστατον ἥγητο–» προδότην τοῦτον, Σπαρτηνέ, φασὶν εἶναι οἱ τοῦτον διώκοντες.» ὁ δὲ παίει τὸν Καμπανὸν κατὰ τῆς σιαγόνος τῷ καρπῷ, σφόδρα χρησάμενος τῇ βολῇ, καὶ λαβόμενος τούτου τῆς γένυος «ἐγὼ αὐτόν» φησιν «ἐν τοῖς οἴκοι ἀπαγαγών, δέσποτα, ἐτασμοῖς ἐκπνεύσας τὸ πρῶτον, πάντα τοῦτον καταναγκάσω ἔκφορα ποιῆσαι τὰ κρύβδην τού τῳ ῥᾳδιουργούμενα.» ταῦτ' εἶπε, καὶ ὡς εἶχε τάχους ἐς τὴν οἰκίαν ἀπῄει. Τὸν μὲν οὖν Καμπανὸν τὸ ἀπὸ τοῦδε κλίνη εἶχε καὶ στιβὰς ὑψηλὴ πρὸς ἀνάπαυσιν καὶ τὰ εἰς τρυφὴν μᾶλ λον ἐφευρημένα, οἷς καὶ μᾶλλον χαίρουσιν ἄνθρωποι οἱ τοιαῦτα μεμελετηκότες διαπράττεσθαι πράγματα. ὡς δὲ καί τινες ἔφασαν, ἀσκὸν διαφυσήσας ὁ Σπαρτηνὸς καὶ πλη ρώσας τοῦ πνεύματος, εἶτα δεσμεύσας ὡς ἐντὸς ἅπαν ἐνα ποληφθῆναι πνεῦμα μή τινος οὔσης τούτῳ τῆς ἐκροῆς, ἀπαιωρήσας ἔτυπτε ῥάβδοις τάχα τὸν Καμπανόν, ἐτάζων ἀποκαλύψαι τὰ κρύφα. ἀσκὸς δὲ ἦν, οὐ Καμπανός, ὁ τυπτόμενος. ἐπεὶ δὲ ἡ ἀρκοῦσα ὥρα παρῄει ἡ καὶ ἄξιον ἐτασμὸν δεδυνημένη ποιήσασθαι καὶ ἔκπυστον θεῖναι καὶ τὸ ἐν μυχοῖς βαθυτάτοις ἐγκείμενον ἄρρητον, ὡς εἶχε ποδῶν ὁ Σπαρτηνὸς ἀφίκετο πρὸς τὸν Δημήτριον καὶ οἵ φησι· «δέσποτα, ὅρκῳ σε πιστώσω τὸ πρᾶγμα· μὰ τὸν σὸν καὶ ἡμῶν ἁπάντων Δημήτριον, τὸν κηδεμόνα τῆς Θεσσα λονίκης καὶ πολιοῦχον»– οὗτος δὲ ὁ ὅρκος παρὰ Θεσσα λονικεῦσι πλέον τῶν ἄλλων ἰσχύει ὅρκων–» τοιοῦτός ἐστιν ὁ Καμπανὸς ὁποῖός ἐστιν ὁ Σπαρτηνός, καὶ οὕτω διάκειται περί σε καθά γε δὴ καὶ ὁ Σπαρτηνός, ὃν ἁπάντων ἀνθρώ πων πλέον σε φιλοῦντα ἐπέγνωκας.» οὕτως ὁ Σπαρτηνὸς τὴν μέλλουσαν φωραθῆναι ῥᾳδιουγρίαν οἰκονομικῶς διεσκέδασεν. Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης ἀπάρας τὰ στρατεύματα ἐπὶ τὴν Θεσσαλονίκην ἐξ ὀρθοῦ χωρεῖ καὶ περὶ ταύτην ἐστρατοπεδεύσατο. πολιορκῆσαι μὲν γὰρ οὐκ ἦν αὐτῷ– οὐ γὰρ ἀρκούσας εἶχε τὰς ἐπὶ τούτῳ δυνάμεις– πρεσβείας δὲ ἐποίει καὶ ἐζήτει ἐξελθεῖν πρὸς αὐτὸν τὸν Δημήτριον, καθὼς ἦν ὀμωμοσμένον αὐτῷ, ἔτι δὲ ποιῆσαι καὶ ἀγορὰν ἔξω τῆς Θεσσαλονίκης, ὡς ἂν ἔχοιεν ὠνεῖσθαι τὰ χρειώδη τὰ στρατεύματα. ὁ δὲ τοῖς ἐπιβούλοις συμβούλοις χρώμενος οὐδέν τι τῶν τοιούτων ποιῆσαι παρεχωρεῖτο. πάνυ δὲ ὀλίγων ἡμερῶν παραδραμουσῶν, ὀλίγου τινὸς στρατεύματος πλησίον ἱσταμένου τῆς μικρᾶς πύλης τῆς παρὰ τῇ θαλάσσῃ ἐπονομαζο μένης διὰ τὸ μὴ ἀπροόπτως ἐξελθεῖν τινας τῶν τῆς πόλεως καί τινας λυμαίνεσθαι τῶν ἐκ τοῦ στρατοῦ, ἐξαπίνης ἐκ ταύτης ἐγεγόνει βοή, ὡς ἤνοικται ἡ πύλη παρά τινων τῶν ἐντός. καὶ τῇ βοῇ συνείπετο ἡ παραφυλάττουσα δύναμις, καὶ σύμπαν τε τὸ στράτευμα ὁπλισθὲν μετὰ τοῦ κρατοῦντος ἐφοίτα καὶ ἐν ἀκαρεῖ πάντας εἶχεν ἡ Θεσσαλονίκη τοὺς τοῦ βασιλέως ἐντός. ὁ δὲ βασιλεὺς ἔστη παρὰ τὴν πρὸς ἀνατολὰς βλέπουσαν πύ λην τῆς πόλεως. καὶ ἡ τοῦ Δημητρίου ἀδελφὴ Εἰρήνη, τοῦ Βουλγάρων Ἀσὰν γαμετή, παρέστη γονυπετοῦσα καὶ ποτνιωμένη, μὴ παθεῖν τὸν ἀδελφὸν αὐτῆς τῶν ὀφθαλμῶν στέ ρησιν. ὁ δὲ Δημήτριος ἔφθη εἰς τὴν ἀκρόπολιν ἀναβάς. ἐγγύας δὲ ἐνωμότους πρὸς τοῦ βασιλέως λαβοῦσα, ὡς οὐκ ἀπολέσει οὗτος τοὺς ὀφθαλμούς, ἀπῄει τε παρὰ τὸν ἀδελφὸν καὶ πρὸς τὸν βασιλέα τοῦτον ἐξήγαγεν. ἦν δὲ φέρων οὗτος τὴν ἡλικίαν τοῦ μείρακος, προσεχῶς εἰς αὐτὴν παραγγείλας καὶ μήπω χνοάζων τὸ γένειον, ὡραῖος δὲ τὸ εἶδος καὶ τὴν φυήν. τετίμηκε δὲ ταύτην ὁ βασιλεύς, οἷα ἐκείνης σχηματι ζόμενος τὴν ταπείνωσιν. ὡς γὰρ ἀπέβη αὕτη τοῦ ἵππου, τηνικαῦτα καὶ ὁ βασιλεὺς τοῦ οἰκείου ὀχήματος ἀποβὰς πεζὸς ἕστηκε σὺν αὐτῇ. ἡ μὲν οὖν πόλις Θεσσαλονίκη οὕτως ὑπὸ τὸν βασιλέα γέγονεν Ἰωάννην, μᾶλλον δὲ ὑπὸ Ῥωμαίους· οἱ γὰρ αὐτὴν κρατοῦντες ἐναντιόφρονες Ῥωμαίοις ἐτέλουν.

Intertext edge

Open linked passage

Note