Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
46.1
Ὀλίγας δὲ πάνυ ἡμέρας ἐν τῇ Θεσσαλονίκῃ προσ καρτερήσας ὁ βασιλεύς– κατήπειγε γὰρ αὐτὸν ὁ τοῦ χειμῶνος καιρός· Δεκέβριος γὰρ ἐτύγχανε μήν– ἀφεὶς ἐν αὐτῇ τὸν μέγαν δομέστικον τὸν Κομνηνὸν Ἀνδρόνικον τὸν Παλαιολόγον, οὗ πολλάκις ἐμνήσθημεν, τὰ πρῶτα φέροντα τῶν ἐν στρατηγίαις τεταγμένων, ἄνδρα συνετώτατον καὶ πραότατον καὶ εὖ εἰδότα καὶ μάχῃ ὁπλίσαι καὶ διευθῦναι λαὸν καὶ ἐν πολεμικοῖς καὶ εἰρηνικοῖς τοῖς καιροῖς, νικητὴς ἐπανέζευξεν εἰς τὴν ἕω, θαυμαζόμενος ὑπὸ πάντων καὶ κλεϊζόμενος τῆς ταχινῆς οὕτω καὶ μεγίστης νίκης, οὐχ ὑπὸ τῶν οἰκείων μόνων ἀλλὰ καὶ ὑπὸ τῶν ἀλλοτρίων· ὑπὲρ φυσικὴν γὰρ τάξιν ἔδοξε τὸ κατόρθωμα καὶ τῶν τροπαίων τὸ ἀλλεπάλληλον, καὶ θεοῦ μᾶλλον προνοίᾳ ἢ στρατηγικαῖς μεθόδοις ταυτὶ διαπράξασθαι. καταλέλοιπε δὲ καὶ εἴς τε τοῦ Μελενίκου καὶ τῶν Σερρῶν καὶ τῶν περὶ αὐτὰς φυλα κὴν τὸν τοῦ εἰρημένου μεγάλου δομεστίκου πρῶτον υἱὸν τὸν Κομνηνὸν Μιχαήλ, ὃν μετὰ χρόνους τινὰς ἡ τῶν Ῥω μαίων βασιλεία πεπλούτηκεν εἰς εὐτυχίαν ταύτης καὶ εὐδο ξίαν, ἄλλον τε ἀλλαχοῦ ἐπαφῆκεν εἰς ἀσφάλειαν τῶν χωρῶν τε καὶ πόλεων, ἐπάνω δὲ πάντων τὸν μέγαν δομέστικον, ὡς ἂν ὑπείκοιντο πάντες αὐτοῦ τοῖς ὑπ' αὐτοῦ λεγομένοις τε καὶ προσταττομένοις. ὁ μὲν οὖν βασιλεὺς εἰς τὰ τῆς ἕω μέρη διαπεράσας διῆγε, καὶ τὸν Δημήτριον, ὃν τῆς Θεσσαλονικέων ἀρχῆς καθεῖλεν, ἐν τῷ φρουρίῳ καθείρξας τῶν Λεντιανῶν ἐτήρει. ὁ δὲ μέγας δομέστικος ὀλίγον ἐπι βιοὺς χρόνον καὶ καλῶς διαπρέψας ἐν τῇ τούτου ἀρχῇ, νοσήσας καὶ τὴν τρίχα ἀποκαρεὶς τὸ βιοῦν ἐξεμέτρησεν· ἀπεστάλη δὲ ἀντ' αὐτοῦ Θεόδωρος ὁ Φιλῆς διέπειν τὰ τῆς ἀρχῆς. ἐπεὶ δὲ ὑπὸ τὸν βασιλέα ἐγεγόνει Θεσσαλονίκη καὶ Βέρροια, τὰ ἐκεῖθεν αὐτῶν καὶ πρὸς δυσμὰς ἀπὸ τοῦ Πλα ταμῶνος ἀρχόμενα ὑπὸ τὸν δεσπότην Μιχαὴλ ἐτέλουν, ἔτι τε τὰ περὶ Πελαγονίαν καὶ Ἀχρίδα καὶ Πρίλαπον· τοὺς δὲ Βοδηνοὺς καὶ Σταρίδολα, Στροβόν τε καὶ τὰ περὶ ταῦτα ὁ τοῦ Δημητρίου πατήρ, τοῦ Μιχαὴλ δὲ θεῖος, ὁ Ἄγγελος κατεῖχε Θεόδωρος.