Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 47 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
47.1
Ὁ μὲν οὖν βασιλεὺς ἐν τοῖς τοῦ Νυμφαίου παρα χειμάσας, ἦρος φανέντος, ὥσπερ εἰώθει, ἐξῄει ἐκεῖθεν. ἐκεχειρίαν δὲ ἔχων ἐξ ἁπάντων, τοῖς πλησιάζουσιν ἄστεσι τῇ Κωνσταντίνου καὶ παρὰ Λατίνων κεκρατημένοις, τῇ Τζουρουλῷ φημι καὶ τῇ Βιζύῃ, ἐπιθέσθαι τεθέληκεν· ἑώρα καὶ γὰρ πάνυ τὰ τῶν Λατίνων ἠσθενημένα. διαπεραιωθεὶς γοῦν τὸν Ἑλλήσποντον ἐν τῇ Τζουρουλῷ τὸ πρῶτον ἀφίκετο. ἦν δὲ ἐντὸς τοῦ ἄστεος ἡ τοῦ βασιλέως γυναικαδέλφη Εὐδοκία, ἣν ὁ Ἀσὲλ δε Κάε εἰς γυναῖκα ἠγάγετο τῆς ἀδελφῆς αὐ τῆς τῆς βασιλίδος Εἰρήνης καὶ τοῦ γαμβροῦ καὶ βασιλέως θελήματι. ὁ μὲν οὖν Ἀσὲλ δε Κάε οὐκ ἐκαρτέρησεν ἐν τῷ ἄστει· τὴν γὰρ τοῦ βασιλέως ἐπεγνωκὼς ἔφοδον ἐκεῖνος μὲν ἐξῄει, τὴν δὲ σύζυγον αὐτοῦ Εὐδοκίαν εἴασεν ἐν τῷ ἄστει, φυλακὴν ἱκανὴν συνεπιστήσας αὐτῇ· ἔδοξε γὰρ αὐτῷ, ὡς διὰ τὴν αὐτοῦ γυναικαδέλφην οὐκ ἂν βουληθείη ὁ βασιλεὺς προθῆσαι τὸ ἄστυ. ἐκεῖνος δὲ τὰ πολλὰ παρορῶν τῶν τοιούτων, παρεκάθισε τῷ ἄστει καὶ ἑλεπόλεις ἔστησε καὶ μηχανήματα καταβλητικὰ τῶν ἐπάλξεων, καὶ διὰ μετρίων πάνυ τῶν ἡμερῶν ἐχειρώσατο· καὶ τὴν μὲν αὐτοῦ γυναικα δέλφην εἰς τὴν Κωνσταντινούπολιν ἐξαπέστειλεν, ἕνα ἵππον αὐτῇ δοὺς ἵν' ἐποχῆται, πάντας δὲ τοὺς εἰς φυλακὴν τοῦ ἄστεος ὄντας πεζοὺς ἀπέλυσεν. ἀλλὰ καὶ τὸ τῆς Βιζύης ἄστυ στρατιὰν ἐκπέμψας διὰ βραχέος κεχείρωκε, καὶ συνήγαγε καὶ τοῦτο τῇ τούτου ἐπικρατείᾳ.

Intertext edge

Open linked passage

Note