Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 48 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
48.1
Κατὰ τοὺς καιροὺς τούτους ἑάλω καὶ τὸ ἄστυ τῆς νήσου Ῥόδου ὑπὸ Γενουϊτῶν νυκτὸς κλοπῇ. ὁ γὰρ κρατῶν αὐτὸ Ἰωάννης ὁ Γαβαλᾶς, ὁ τοῦ καίσαρος Λέον τος τοῦ Γαβαλᾶ ἀδελφός, ὁ καὶ μετὰ θάνατον τοῦ ἀδελφοῦ αὐτοῦ τῆς νήσου δεσπόζων, ἀποδεδημήκει, μετὰ τοῦ βασι λέως κατὰ τῶν ἐν Κωνσταντινουπόλει ὡρμημένος Λατίνων περὶ τὰ μέρη τῆς Νικομηδείας διάγοντος. εὐθὺς οὖν βασιλικῇ προσταγῇ στέλλεται ὁ ἐπὶ τοῦ κεράσματος Ἰωάννης ὁ Καντακουζηνός· οὗτος γὰρ ἔτυχε τῷ τότε τὴν δουκικὴν τῶν Θρᾳκησίων ἀνεζωσμένος ἀρχήν. καὶ εἰσῆλθεν ἐντὸς τῆς νήσου μετὰ μετρίων τινῶν δυναμένων ὅπλα κινεῖν, καὶ φθάνει κατασχεῖν τὸ ἐν αὐτῇ φρούριον τὸ ἐπονομα ζόμενον Φιλέρημον. ἐμάχετο οὖν ὡς εἶχε δυνάμεως τοῖς Γενουΐταις. ἐπεὶ δὲ ἀξιόμαχος ἀπεστάλη τούτῳ στρατός, ἐγγύς που τοῦ ἄστεος πηξάμενος τὰς σκηνὰς ἐπολιόρκει τοὺς ἐντὸς Γενουΐτας, οὐ κατέβλαπτε δὲ αὐτούς, τροφῶν γὰρ ηὐπόρουν διαρκῶν· τὰς γὰρ τῶν Ῥοδίων οἰκίας πλή ρεις εὑρόντες τῶν ζωαρκῶν οὐδενὸς τῶν ἀναγκαίων ἐσπάνιζον. συνεκοιτάζοντο δὲ καὶ ταῖς τούτων γυναιξίν, εἰ μή τινα ἔξωρον οὖσαν ἢ τὸ εἶδος οὐκ ἀγαθὴν ἀπήλασαν ἔξω. καὶ τάχος μὲν ἂν τὸ τῆς Ῥόδου ἄστυ ὑπὸ Ῥωμαίους ἐγένετο τῇ συνεχεῖ πολιορκίᾳ τοῦ Καντακουζηνοῦ καὶ ταῖς εὐμηχάνοις τούτου ὁπλομαχίαις, εἰ μή τι ξυνέβη τοιοῦτον. ὡς γὰρ ὁ τῆς Ἀχαΐας πρίγκιψ Βιλαρδουὶν εἰς τὴν Συρίαν ἀνήγετο, συμμαχίαν ἐπάγων τοῖς εἰς Συρίαν ἀφικομένοις Φράγγοις, κἀν ταῖς τριήρεσιν αὐτοῦ ὁπλίτας εἶχεν ἱππότας, προσώκειλε δὲ τῇ νήσῳ Ῥόδῳ, συνθήκην μετὰ τῶν ἐν αὐτῇ Γενουϊτῶν ἐποιήσατο, καὶ καταλέλοιπε παρ' αὐτοῖς ἄνδρας εὐγενεῖς καὶ ἀγαθοὺς ἱππεῖς ἐγγύς που τῶν ἑκατόν. τοῦτο τοὺς Ῥωμαίους ὑποχωρῆσαι τῆς πολιορκίας τοῦ ἄστεος κατηνάγκασε καὶ εἰς τὴν Φιλέρημον ἐμφιλοχωρεῖν. οἱ μὲν οὖν καταλελειμμένοι παρὰ τοῦ πρίγκιπος ἱππεῖς, καταλιμπά νοντες τοὺς πεζοὺς Γενουΐτας περὶ τῷ ἄστει, ἐξήρχοντο καὶ τὴν πᾶσαν χώραν ἐλήιζον. τὰ μὲν οὖν χρειώδη ἑαυτοῖς περιεποιοῦντο, σπάνιν δὲ τῶν ἀναγκαίων τοῖς Ῥωμαίοις ἐκ τούτου συνέβη γίνεσθαι, ἐφ' ᾧ τυγχάνειν δρόμωνας καὶ ἕτερα ξύλα τοῖς Γενουΐταις πειρατικά. Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης τὸ Νύμφαιον καταλαβὼν καὶ στόλον συσκευασάμενος ἀξιόμαχον ἐν τῇ Σμύρνῃ, ἱππαγω γούς τε τριήρεις οἰκονομήσας ὡς μέχρι καὶ τῶν τριακοσίων ἵππων ἐπιφέρεσθαι, καὶ εἰς στρατηγὸν αὐτοῖς ἀποτάξας τὸν Κοντοστέφανον Θεόδωρον τὴν τοῦ πρωτοσεβαστοῦ ἀξίαν διέ ποντα, καὶ ὅπως μέλλει τὰ τῆς μάχης καταρτίσαι τε καὶ συν τάξαι ποῦ τε καὶ ὅτε, ἐγγράφως αὐτῷ παραδούς, ἐξαπέστειλεν, ἐπευξάμενος τούτῳ τε καὶ τοῖς μετὰ τούτου τὰ λῴονα. ὁ μὲν οὖν πρωτοσεβαστὸς Θεόδωρος, ταῖς τριήρεσιν ἀναχθεὶς καὶ εἰς τὴν νῆσον ἀφιγμένος Ῥόδον, πάντα τε ὡς ὁ βασιλεὺς προσέταξε διαπραξάμενος, τοὺς Λατίνους κατετροπώσατο· ἔξω γὰρ ληϊζομένοις ἐντυχόντες τοῖς Λατίνοις οἱ τοῦ βασι λέως ἄρδην πάντας σπάθης ἔργον πεποίηνται, τοῦ ἐπὶ τοῦ κεράσματος Ἰωάννου τοῦ Καντακουζηνοῦ ἐπισκηψαμένου μηδενὸς αὐτῶν φείσασθαι. οἱ μὲν οὖν Φράγγοι οἱ ἱππεῖς βασιλικῇ εὐβουλίᾳ οὕτως ἀπώλοντο, οἱ πεζοὶ δὲ Γενουῗται ἐναπολειφθέντες τῷ ἄστει τῆς Ῥόδου κατεῖχον αὐτὸ τοῖς ἔξω μαχόμενοι. ἐπεὶ δὲ οὐ δυνάμεως εἶχον εἰς μακρὸν ἀντέχειν, εἰς ξυμβιβάσεις συνῆλθον· καὶ παρέδωκαν μὲν τὸ ἄστυ τοῖς Ῥωμαίοις, αὐτοὶ δὲ πρὸς τὸν βασιλέα ἀφί κοντο καὶ κατὰ τὰς γεγονυίας τούτοις συνθήκας τῆς βασιλικῆς εὐμενείας ἀπήλαυσαν. καὶ οὕτω δὴ καὶ αὖθις ἡ νῆσος Ῥόδος ὑπὸ Ῥωμαίους ἐγένετο· καὶ ταῦτα μὲν ξυμβέβηκεν οὕτως.

Intertext edge

Open linked passage

Note