Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 49 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
49.1
Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης μετὰ τοῦ δεσπότου Μιχαὴλ συνθήκας πεποίηκε καὶ εἰς κήδους κοινωνίαν συνῆλθε· τὸν γὰρ τοῦ Μιχαὴλ υἱὸν Νικηφόρον ἐπὶ τὴν θυγατέρα τοῦ υἱοῦ αὐτοῦ τοῦ βασιλέως Θεοδώρου τὴν Μα ρίαν γαμβρὸν ἠγάγετο. καὶ ἡ τούτου γαμετὴ Θεοδώρα τὸν Νικηφόρον μεθ' ἑαυτῆς λαβοῦσα εἰς τὴν ἕω διαπε ραιοῦται καὶ περὶ τὰ μέρη τῶν Πηγῶν τῷ βασιλεῖ διάγοντι ἐντυγχάνει, καὶ ἡ τῶν παίδων μνηστεία γεγένηται. καὶ ἡ Θεοδώρα αὖθις τὸν υἱὸν αὐτῆς λαβοῦσα οἴκαδε ὑπεχώρησε παρὰ τὸν αὐτῆς σύζυγον Μιχαήλ, προσηκόντως φιλοφρονη θέντες παρὰ τοῦ βασιλέως. ἀλλὰ τὸ τῆς παροιμίας κἀπὶ τῷ Μιχαὴλ ἐπαληθεύειν ἐφαίνετο· τὸ στρεβλὸν ξύλον οὐδέποτ' ὀρθόν, καὶ ὁ Αἰθίοψ οὐκ οἶδε λευκαίνεσθαι. εἰς ἀποστα σίαν γὰρ τοῦ βασιλέως ἐφώρμησε, συμβούλῳ περὶ τὴν σκῆψιν τῷ θείῳ αὐτοῦ τῷ Ἀγγέλῳ Θεοδώρῳ χρησάμενος. ὁ γοῦν βασιλεὺς Ἰωάννης ταῦτα γνοὺς καὶ τὴν αὐτῶν συνωμοσίαν μεμαθηκώς, οὐκ ἄλλους οἰόμενος εἶναι ἐναντίους τῇ τῶν Ῥωμαίων ἀρχῇ μετὰ τὴν τῆς Κωνσταντίνου ἅλωσιν ἀλλ' ἢ τούτους, ἐπειδὴ καὶ ἐκεχειρίαν ἦγεν ἀπὸ τοῦ μέρους τῶν Μουσουλμάνων, ἠρέμουν δὲ καὶ τὰ τῶν Βουλγάρων, ἀξιο μάχως καὶ ὡς εἰπεῖν βασιλικῶς παρασκευασάμενος καὶ τὰς δυνάμεις ἁπάσας ὡς ἔδει συντάξας, διαπεραιοῦται τὸν Ἑλλήσποντον, πολλοὺς μὲν καὶ ἄλλους ἔχων στρατηγούς, τὸν δὲ Ταρχανειώτην Νικηφόρον τὸν ἐπὶ τῆς τραπέζης αὐτοῦ οἷον τὰ τοῦ μεγάλου δομεστίκου διεκπληροῦντα· ἐπανεπαύετο γὰρ αὐτοῦ τοῖς ἤθεσι καὶ εὔνουν αὐτὸν ἐλο γίζετο κἀν ταῖς στρατηγίαις, ὡς ἡ πεῖρα μεμαρτύρηκε, δεξι ώτατον. Καταλαβὼν γοῦν τὴν Θεσσαλονίκην κἀκεῖθεν τὰς δυνά μεις ἀπάρας ἐν τοῖς Βοδηνοῖς ἐστρατοπεδεύσατο. πέφθακε δὲ ὁ Ἄγγελος ἐξ αὐτῶν ἀποδρᾶσαι καὶ εἰς τὸν ἀνεψιὸν αὐτοῦ τὸν δεσπότην Μιχαὴλ ἀπελθεῖν. ὁ μὲν οὖν βα σιλεὺς εἰς πολιορκίαν τῶν Βοδηνῶν καταστὰς ἐν οὐ πολλῷ χρόνῳ τὸ τῶν Βοδηνῶν παρεστήσατο ἄστυ, κἀκεῖθεν ἀπάρας ἔν τινι τόπῳ τῇ τοῦ Ὀστροβοῦ ἐγγίζοντι λίμνῃ ἐπήξατο τὰς σκηνάς. καὶ ἐξαποστέλλει στρατηγοὺς κατὰ τῶν χώρων τοῦ δεσπότου Μιχαὴλ τόν τε Στρατηγόπουλον Ἀλέξιον, τὸν Παλαιολόγον Μιχαὴλ τὸν τοῦ μεγάλου δομε στίκου υἱόν, τὸν Μακρηνὸν Ἰωάννην, τὸν Τύραννον Γου δέλλην καὶ ἑτέρους, ἵνα τε ληΐζοιντο τὰ πέριξ καί που εἰ τύχοιεν καὶ στρατεύματος αὐτοῦ εἰς μάχην χωρήσαιεν κατ' αὐτοῦ, καὶ εἴπερ εὐχέρειαν σχοῖεν, καὶ ἄστυ πορθήσαιεν. καὶ οὕτω μὲν ἐκεῖνοι ἐποίουν καὶ προῆγον τῆς τοῦ βασι λέως σκηνῆς ἔμπροσθεν. ὁ δὲ βασιλεὺς προσεκαρτέρει τοῖς τοῦ Ὀστροβοῦ τόποις καὶ ἐβαρυθύμει ἐφ' ᾧ μὴ πέφθακεν ἄξιόν τι ἐργάσασθαι. ἠγανάκτει δὲ καὶ τὸ στράτευμα· ὁ καιρὸς γὰρ ἦν χειμέριος, ἐσπάνιζον δὲ καὶ τῶν χρειωδῶν. ἀλλ' ὁ βασιλεὺς τὸ τοιοῦτον τεθεράπευκεν· ἀπὸ Βερροίας γὰρ ἡμιόνοις καὶ καμήλοις τὰ χρειώδη διεκόμιζεν ἐν τῷ στρατοπέδῳ. οὑτωσὶ δὲ διατεθειμένου τοῦ βασιλέως παρ' ἐλπίδας ἐπιφοιτᾷ τῷ βασιλεῖ πρόσφυξ ὁ ἀπὸ Καστορίας Γλαβᾶς καὶ συνεχῶς ὁ Πετραλίφας Θεόδωρος ὁ ἐπὶ θυ γατρὶ γαμβρὸς τοῦ Τορνίκη Δημητρίου τοῦ Κομνηνοῦ, ὃς τὰ κοινὰ συνδιέπων ἦν τῷ βασιλεῖ Ἰωάννῃ, πάνυ παρ' αὐτοῦ φιλούμενος καὶ τιμώμενος· ἀδελφὸν γὰρ αὐτὸν ἐν τοῖς γράμμασιν ἀπεκάλει. ἐξ ἀνθρώπων δὲ πρὸ καιροῦ γέγονεν. οἰκονόμος οὖν τῶν κοινῶν οὐκ ἦν ἐν τιμῇ καὶ ὀφφικίου ὀνόματι γνωριζόμενος, τοῖς τυχοῦσι δὲ ἐχρῆτο εἰς ὑπηρεσίαν ὁ βασιλεὺς καὶ γραμματικοῖς ἀνωνύμοις, τῷ Μεσποταμίτῃ Ἰωσὴφ καὶ τῷ ἐξυπηρετήσαντι αὐτῷ Νικηφόρῳ τῷ Ἀλυάτῃ, ἐν δὲ τοῖς ἐλλογιμωτέροις γράμμασι καὶ ἀξίοις σπουδῆς τῷ Μακρωτῷ Ἰωάννῃ καὶ ἐμοί. Ὁ μὲν οὖν ῥηθεὶς Πετραλίφας τοῦ Μιχαὴλ γυναικάδελ φος ὤν, ἐπεὶ προσέλθοι τῷ βασιλεῖ, πολλῆς εὐθυμίας αὐ τόν τε τὸν βασιλέα καὶ τὰ στρατεύματα ἔπλησεν· εὐθὺς γὰρ ἡ Καστορία καὶ ἡ περὶ αὐτὴν ἅπασα χώρα προσερρύη τῷ βασιλεῖ, καὶ αἱ Δεαβόλεις δέ, ἥ τε μικρὰ καὶ μεγάλη, τοῦ βασιλέως ἐγένοντο. καὶ ὁ ἀπὸ τοῦ Ἀλβάνου δὲ Γουλάμος, ἐπεὶ πρὸς τὰ τῆς Καστορίας συνδιῆγε μετὰ τοῦ ἐξ Ἀλβά νου στρατοῦ μέρη, σύζυγον ἔχων τῆς βασιλίδος Εἰρήνης αὐ τανεψιὰν πρωτεξαδέλφης αὐτῆς θυγατέρα, λόγοις μειλιχίοις καὶ γράμμασιν ὑποσχέσεων τῶν ὑπὸ τοῦ βασιλέως θελχθεὶς προσῄει τῷ βασιλεῖ. φιλοφρόνως γοῦν τοὺς τοιούτους πάν τας ὁ βασιλεὺς δεξάμενος πρεπόντως ἐφιλοτιμήσατο. ταῦτα γνοὺς Μιχαὴλ ὁ δεσπότης καὶ ἐν στενῷ κομιδῇ βλέπων τὰ περὶ αὐτὸν τυγχάνοντα πράγματα, κατὰ ῥοῦν δὲ χωροῦντα τῷ βασιλεῖ, πρεσβείαν πρὸς τὸν βασιλέα ἐστείλατο διά τε τοῦ μητροπολίτου Ναυπάκτου τοῦ Ξηροῦ καὶ τοῦ ἐπ' ἀδελφῇ γαμβροῦ αὐτοῦ τοῦ Μαλιασηνοῦ καὶ τοῦ Λαμπέτη, οἳ καὶ εἰς λόγους συνελθόντες τῷ βασιλεῖ ξυμβιβάσεις πεποίηνται. καὶ ἀπέλυσε μὲν πρὸς τὸν βασιλέα ὁ Μιχαὴλ τὸ ἄστυ τὸν Πρίλαπον καὶ τὸν Βελεσσὸν καὶ τὸ ἐν τῷ Ἀλβάνῳ φρούριον τὰς Κρόας, καὶ προέβησαν πρὸς τοῦ βασιλέως ἔγγραφοι ὅρκοι, καὶ ἀπεστάλησαν πρὸς αὐτὸν καὶ πρέσβεις, ὅ τε Φιλαδελφείας Φωκᾶς καὶ ὁ τῆς αὐλῆς πριμ μικήριος Ἰσαάκιος ὁ Δούκας, ὃν καὶ Μούρτζουφλον ἀπε κάλουν, καὶ ὁ Ὑαλέας Μιχαὴλ καὶ αὐτὸς ἐγώ. ἀπῄειμεν οὖν πρὸς τὸν Μιχαήλ, καὶ εὕρομεν τοῦτον ἐν τῇ Λαρίσσῃ, καὶ πεπληρώκαμεν τὰς σπονδάς. καὶ λαβόντες τὸν υἱὸν αὐτοῦ Νικηφόρον, ὃν καὶ δεσπότην ὁ βασιλεὺς διὰ τὴν αὐτοῦ ἐγγόνην τετίμηκεν, ἀλλὰ μὴν καὶ τὸν τοῦ Μιχαὴλ θεῖον τὸν Ἄγγελον Θεόδωρον δεσμώτην, πρὸς τὸν βασιλέα ἐπανεζεύξαμεν ἐν τοῖς Βοδηνοῖς σκηνούμενον. καὶ οὕτω μὲν ἐγεγόνει ταῦτα, καὶ εἰς τοιοῦτον τέλος κατηντήκει τὰ πράγματα. παραχειμάσας οὖν ἐν τοῖς Βοδηνοῖς ὁ βασιλεὺς ἦρος ὥρᾳ, ἐπεὶ καὶ τὴν ἀναστάσιμον ἑωρτάκει ἡμέραν, τὰ στρατόπεδα αὐτοῦ που καταλελοιπὼς καὶ εἰς ἡγεμόνας αὐ τῶν τάξας τόν τε πρωτοβεστιάριον Ἀλέξιον τὸν Ῥαούλ, γαμβρὸν ὄντα ἐπ' ἀδελφόπαιδι τοῦ βασιλέως, καὶ τὸν Κομνηνὸν Μιχαὴλ τὸν Παλαιολόγον, μετὰ μετρίου στρατεύ ματος εἰς θέαν τῶν προσφάτως ἐπιγεγενημένων τούτῳ χώ ρων ἀφίκετο. καὶ ἀπῆλθε μὲν εἰς Ἀχρίδα, ἐπιδεδημήκει δὲ εἰς Δεάβολιν κἀκεῖθεν εἰς Καστορίαν. καὶ τῇ τῆς ὀπώρας ὥρᾳ συσκευασάμενος τὰ στρατεύματα τῆς εἰς ἕω φερούσης ἐφήψατο.

Intertext edge

Open linked passage

Note