Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
50.1
Παραμείψας γοῦν τὴν Θεσσαλονίκην καὶ τὴν Βισαλτίαν διαβάς, ἐς Φιλίππους ἐπήξατο τὴν σκηνὴν λόγου πέρι, ὡς ἐδόκει τούτῳ, οὐχὶ σμικροῦ. ὁ γὰρ ἐκ τοῦ Μελενίκου Μαγκλαβίτης Νικόλαος κατεῖπε πρὸς τὸν βασιλέα τοῦ Παλαιολόγου Μιχαὴλ τοῦ προρρηθέντος υἱοῦ τοῦ με γάλου δομεστίκου, ὅτε ἦν ἐν τοῖς Βοδηνοῖς· ἐπεὶ δὲ οὐκ ἦν καιρὸς τοιούτων πραγμάτων ἐρεύνης ἀλλ' ἐκστρατείας καὶ μάχης, ἐταμιεύετο τῷ βασιλεῖ τὰ τῆς ὑποθέσεως ἐς ὥραν εὔθετον. τότε γοῦν εἰς ἐξέτασιν τῶν τοιούτων ἐγεγόνει ὁ βασιλεύς, καὶ δικαστήριον ἔστησε καὶ κριτὰς ἐκάθισε καὶ λαμπρὸν κριτήριον συνεκρότησεν. ἡ δ' ὑπόθεσις ἦν τοιαύτη. ἐπεὶ ἐτελεύτησεν ὁ Τορνίκης Δημήτριος, ἔτι δὲ περιῆν ἐν Θεσσαλονίκῃ ὁ μέγας δομέστικος, ὁ δὲ τούτου υἱὸς Μιχαὴλ ἐς Μελενίκον καὶ Σέρρας, ὃς καὶ μαθὼν τὸν τοῦ Τορνίκη θάνατον ἐδυσφόρησε καὶ σκυθρωπὸς τοῖς ἐν τυγχάνουσιν ἐπεφαίνετο· ἦν γὰρ ὁ Τορνίκης σύζυγον ἔχων τοῦ μεγάλου δομεστίκου πρωτεξαδέλφην. οἷα γοῦν φιλεῖ ἐπὶ τοῖς τοιούτοις γίνεσθαι, ἠρωτήκει τις τῶν ἐκ Μελενίκου [τοὔνομα] θάτερόν τινα [καλούμενον], ὅτου χάριν σκυθρω πάζει ὁ Κομνηνὸς Μιχαήλ. ὁ δέ– καὶ γὰρ ἠπίστατο τὴν αἰτίαν–» ὁ Τορνίκης» ἔφη «Δημήτριος τέθνηκεν· ἦν δὲ προσγενὴς αὐτοῦ καὶ οἰκονόμος τῶν κοινῶν· καὶ τούτου γοῦν χάριν κἀκείνου λελύπηται.» ὁ δὲ «οὔ μοι δοκεῖ» φησιν· «οὐδὲ γὰρ διὰ Τορνίκην οὕτως ἂν ἠδημόνει καὶ ἤσχαλλεν· ἀλλ' ὡς ἔοικεν ἐπὶ τῷ κρείττονι ἐκείνου τοῦτο συμβέβηκε. καὶ εἰ τοῦτο, φεῦ ἡμῖν· ἐν γὰρ ταρα χαῖς καὶ ὀχλήσεσιν αὖθις γενήσονται τὰ ἡμέτερα, κατεστο ρεσμένα νῦν καλῶς καὶ εἰς ἀταραξίαν ἐληλυθότα.» εἶθ' οὗτος «ἀλλ' ὦ φίλος, καὶ εἰ τοιοῦτόν τι ξυνέβη, καὶ οὕτω δὴ οὐ κακῶς τὰ καθ' ἡμᾶς ἕξουσι. καὶ γὰρ ὁ μέγας δο μέστικος ἐν Θεσσαλονίκῃ διάγει ἡγεμονεύων αὐτῆς, καὶ οὑ τοσὶ δὲ ὁ Κομνηνὸς Μιχαὴλ ὁ τούτου υἱὸς τὴν τῶν ἡμε τέρων χώρων διεξάγει κηδεμονίαν. ὑπὸ τοιούτων γοῦν μεγίστων ἀνδρῶν κυβερνώμενοι οὐκ ἄν ποτε κοσμικὸν κλυ δώνιον ἴδοιμεν· ἄλλως τε καὶ ἡ τοῦ βουλγαράρχου Καλι μάνου ἀδελφὴ Θάμαρ, ἄζυξ ἔτι τελοῦσα, εἰς γάμου κοινωνίαν συνέλθῃ τῷ Κομνηνῷ Μιχαήλ, καὶ γενήσονται σπονδαὶ μέσον ἡμῶν καὶ Βουλγάρων.» ταῦτα δὴ λελάληνται παρ' αὐτῶν μηδὲν εἰδότος τοῦ Κομνηνοῦ Μιχαήλ. Θάτερος οὖν τοῖν δυοῖν ἀπελθὼν πρὸς τὸν εἰρημένον Μαγκλαβίτην ἀνήγγειλεν αὐτῷ τὰ τοιαῦτα, ὁ δὲ ἀνήνεγκε τῷ βασιλεῖ. κατασχεθέντες οὖν καὶ ἄμφω ἠρώτηνται περὶ τῶν λελεγμένων. ὁ μὲν οὖν κατηγόρει, θάτερος δὲ ὑπεραπελο γεῖτο. ἔφησεν οὖν ὡς «ἀληθῶς μὲν οὑτοσὶ εἰρήκει, παρ' ἐμοῦ γὰρ ἀκήκοεν· ἀλλ' οὐκ εἰδήσει μοι εἴρηται τοῦ Κομνηνοῦ, ἀλλ' ἐξ ἑαυτοῦ τοὺς λόγους τούτους προήνεγκα.» ἠναγκά ζετο γοῦν περὶ τούτου, ὁ δὲ ἠρνεῖτο καθάπαξ μὴ εἰδέναι τι περὶ τούτου τὸ σύνολον τὸν Κομνηνὸν Μιχαήλ· ὁ δὲ κατηγορῶν ἔφασκε συνειδέναι ταῦτα τὸν Κομνηνὸν Μιχαήλ. ἐντεῦθεν ηὐτρέπιστο τούτοις στρατιωτική τις ἀπόδειξις, ἐπεὶ μὴ ὑπῆρχον οἱ μαρτυροῦντες, ἡ διὰ μάχης διάπειρα. ὡπλίσθησαν οὖν καὶ ἄμφω, εἰσῆλθον εἰς τὸ στάδιον, ξυνέ βαλον ἀλλήλοις, καὶ νενίκηται ὁ κατηγορούμενος ἀπερρίφη τε τοῦ ἵππου, καὶ τὴν νικῶσαν ὁ κατήγορος ἔσχηκε. συλ ληφθεὶς οὖν ζωός– οὐδὲ γὰρ καιρίαν τέτρωται– καὶ αὖθις ἠρώτηται, ὡς ἂν καθομολογήσειε τὴν ἀλήθειαν. ὁ δὲ τοῦ προτέρου λόγου ἀντείχετο καὶ μηδ' ὅλως εἰδέναι τι τὸν Κομνηνὸν διεμαρτύρετο Μιχαήλ. ἐπεὶ δὲ διὰ πλείονος βασάνου ἔδοξεν ἐπιγνῶναι τὸν βασιλέα τὸ ἀληθές, οἷος ἐκεῖνος τὰς ἐξετάσεις ἀκριβεστέρας ποιούμενος, τὸν διὰ θανάτου ἐπήγαγε τῷ ἀνδρὶ ἔλεγχον. ἐδέδεντο γοῦν αἱ χεῖρες ὄπισθεν τοῦ καταδικασθέντος ξίφους ἔργον γενέσθαι, οἱ δ' ὀφθαλμοὶ λινῷ ὑφάσματι ἐκαλύφθησαν· οὕτω γὰρ εἴωθε τοὺς κατακρίτους διασκευάζεσθαι καὶ τὴν πληγὴν λαμβάνειν τῆς ἀναιρέσεως. ὡς γοῦν καὶ ταῦτα οὑτωσὶ γέ νοιτο καὶ ὁ δεσμώτης κλῖναι τὸν αὐχένα προστέτακται, ἵνα δέξηται τῆς κάρας τὴν ἐκτομήν, καὶ πάλιν περὶ τῶν ζητουμένων ἠρώτηται. ὁ δὲ μεθ' ὅρκων φρικωδεστάτων διεβεβαιώσατο μηδέν τι ὅλως συνειδέναι ἐπὶ τούτοις τὸν Κομνηνὸν Μι χαήλ. ἐκεῖνος μὲν οὖν τὴν πρὸς θάνατον εἰάθη ὁδεῦσαι, τὴν δὲ πρὸς εἱρκτὴν ἐβάδισε, καὶ εἶχον αὐτὸν κλοιοὶ καὶ κάθειρξις· ἡ ἐξέτασις δὲ πᾶσα πρὸς τὸν Κομνηνὸν κατήν τηκε Μιχαήλ. Καὶ δὴ ἔφασκον αὐτῷ οἱ τάχα κρίνειν τοῦτον λαχόντες ὡς «ἐπεὶ περὶ σοῦ ἀπειρημένοι τινὲς λελάληνται λόγοι, δεῖ σὲ διά τινος θαυματοποιίας τούτους ἀποσκευάσθαι.» τὸ δὲ ἦν ἡ διὰ μύδρου ἀπόδειξις. ὁ δὲ– καὶ γὰρ εἶχε βοηθοῦσαν αὐτῷ τὴν ἀλήθειαν–» εἰ μέν τις ἦν» ἔλεγεν «ὁ κατ' ἐμοῦ τι κατηγορῶν, πρὸς ἐκεῖνον ἂν ἐμαχεσάμην καὶ ἀπέδειξα ψεύδεσθαι· κατηγόρου δὲ μὴ παρόντος ὑπὲρ τίνος κρίνομαι; εἰ δὲ θαυματουργῆσαί με θέλετε, ἀλλ' ἐγὼ οὐκ εἰμὶ τοιοῦτος ὥστε καὶ τερατοποιίας ἐργάζεσθαι. σίδη ρος δὲ πεπυρακτωμένος, εἰ ἐν χειρὶ ἀνθρώπου ζωοῦ ὄντος ἐμπέσοι, οὐκ οἶδα πῶς ἂν οὐ καύσειεν αὐτήν, εἰ μή πού τις ἔξεσται τῷ Φειδίᾳ ἐκ λίθου ἢ τῷ Πραξιτέλει ἢ καὶ ἀπὸ χαλκοῦ εἴργασται.» ταῦτ' ἔλεγε καὶ μάλα νὴ τὴν Θέμιν δικαίως. ἐπεὶ δὲ καὶ ὁ τῆς Φιλαδελφέων μητροπολίτης Φωκᾶς συμπαρῆν τοῖς γινομένοις, φιλούμενος πρὸς τοῦ βασιλέως καὶ πάνυ φιλοφρονούμενος– πέπονθε δὲ τοῦτο οὐκ ἐξ ἀρετῆς ἀλλ' ἐξ ἀναιδείας· καὶ γάρ ποτε τοῦ βασι λέως πυθομένου περί τινος τῶν κοινῶν πραγμάτων ἐπαρρη σιάσατο καὶ «ὦ βασιλεῦ,» ἔφη, «τίνος χάριν ἀρτίως ἡμᾶς ἐρωτᾷς, αὐτὸς ἀεὶ ἐξ ἑαυτοῦ τὰ δοκοῦντά σοι διαπραττό μενος;» ταῦτ' εἶπε, καὶ τότε μὲν ὁ βασιλεὺς ἐσχετλίασε καί γε εἰρήκει πρὸς τοὺς συμπαρισταμένους· «τί οὕτω θρασύτε ρον ὁ μητροπολίτης εἴρηκεν, ὑμεῖς δὲ ἠνέσχεσθε;» μετὰ βραχὺ δὲ φιλοφρόνως τοῦτον ἐδεξιώσατο καὶ ἐτίμα καὶ σύμβουλον εἶχεν ἐν ταῖς κοσμικαῖς ὑποθέσεσιν. ὑποδρηστῆρι οὖν καὶ τότε ἐχρήσατο τούτῳ ὁ βασιλεύς. καί γε καταμόνας τὸν Κομνηνὸν παραλαβὼν Μιχαήλ, κἀμοῦ τῶν λόγων ἀκροω μένου, ταῦτ' εἶπεν ὡς «εὐγενὴς μὲν ἀνὴρ σὺ καὶ ἐξ εὐγε νῶν γεγέννησαι. δεῖ οὖν σε τὸ δέον ὑπὲρ τῆς σῆς ὑπο λήψεώς τε καὶ πίστεως καὶ παντός σοι τοῦ γένους καὶ νοῆσαι καὶ διαπράξασθαι. ἐπεὶ δὲ οὐκ ἔλεγχος παρὰ μαρ τύρων ἐν σοί, δεῖ σε τῷ μύδρῳ τὴν ἀλήθειαν παραστήσα σθαι.» καὶ ὃς μάλα γενναίως καὶ ἀνδρικῶς, καὶ ὡς ἄν τινα οἱ γραφεῖς ἐν μάχῃ ἄτρεστον διαγράψαιεν, «οὐκ οἶδ' ὅπως τὸ τοιοῦτον κέκληται ἅγιον, ὦ δέσποτα» ἔφη· «ἀλλ' ἐγὼ μὲν ἁμαρτωλός εἰμι ἄνθρωπος καὶ τερατουργεῖν τοι αῦτα οὐ δύναμαι. εἰ δέ μοι συμβουλεύῃ μητροπολίτης ὢν καὶ θεοῦ ἄνθρωπος τουτὶ διαπράξασθαι, ἔνδυσαι μὲν αὐτὸς τὴν ἱεράν σου πᾶσαν στολήν, καθὼς εἴωθας ἐν τῷ θείῳ εἰσέρχεσθαι βήματι καὶ ἐντυγχάνειν θεῷ· εἶτα δὴ ταῖς σαῖς χερσὶν ἐκπύρωσόν μοι τὸν σίδηρον, αἷς τοῦ θείου ἐφάπτῃ θύματος, τοῦ σώματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ὑπὲρ παντὸς τοῦ κόσμου τεθυμένου καὶ ἀεὶ θυομένου παρ' ὑμῶν τῶν ἱερέων τε καὶ ἱεραρχῶν, καὶ ταύ ταις δὴ ταῖς ἱεραῖς σου χερσὶν ἐπίθες τῇ χειρί μου τὸν σίδηρον, καὶ τεθάρρηκα εἰς τὸν δεσπότην Χριστόν, ὡς πᾶσαν μὲν οὗτος ἁμαρτίαν μου παροράσεται, θαυματουρ γήσειε δὲ τὴν ἀλήθειαν.» καὶ ὁ μὲν Κομνηνὸς Μιχαὴλ οὕτως εἴρηκεν, ὁ δὲ μητροπολίτης «ὦ καλὲ νεανία,» ἔφη, «τοῦτο οὐκ ἔστι τῆς ἡμετέρας καὶ Ῥωμαϊκῆς καταστάσεως, ἀλλ' οὔτε τῆς ἐκκλησιαστικῆς παραδόσεως, οὔτε μὴν ἐκ τῶν νόμων οὔτε δὴ πρότερον ἐκ τῶν ἱερῶν καὶ θείων κανόνων παρείληπται. βαρβαρικὸς δὲ ὁ τρόπος καὶ ἀγνὼς ἐν ἡμῖν, προσταγῇ δὲ μόνον ἐνεργεῖται βασιλικῇ.» καὶ ὃς «ὦ μέγιστε ἱεράρχα θεοῦ, εἰ μὲν καὶ αὐτὸς ἐκ βαρβάρων γεγέννημαι καὶ βαρβαρικοῖς τοῖς ἤθεσιν ἀνατέθραμμαι ἢ καὶ νόμοις του τοισὶν ἐκπεπαίδευμαι, καὶ βαρβαρικῶς ἐκτισαίμην τὴν δίκην μου· εἰ δὲ Ῥωμαῖος καὶ ἐκ Ῥωμαίων, κατὰ νόμους Ῥωμαϊκοὺς καὶ παραδόσεις ἐγγράφους ἡ κρίσις τερματωθήτω μοι.» Ἐκεῖνος μὲν οὖν τοῖς λόγοις οἷον τοῦ νεανίου ἐκ πεπληγμένος– εἰκοστὸν γὰρ καὶ ἕβδομον διήνυεν ἔτος ὁ Κομνηνὸς Μιχαήλ– καὶ τῷ μὴ ἐν συμφοραῖς τούτου ὄν τος τὸ εὐγενὲς τοῦ φρονήματος καταπίπτειν μηδὲ τὸ τῶν νοημάτων ὑποχαλᾶν εὐεπήβολον, πρὸς τὸν βασιλέα ἐλθὼν ὅσα μὲν οὖν εἶπεν ἐκεῖνος αὐτὸς μὲν οὐκ οἶδα, πάντως δὲ ταῦτ' ἔμελλε λέξαι ὅσα τε καὶ οἷα ἤκουσεν. ὁ μὲν οὖν βασιλεὺς διάπειραν πολλὴν πεποιηκὼς οὐχ εὗρε κατά τι τὸν Κομνηνὸν Μιχαὴλ ὑπαίτιον ὄντα, καὶ ταῦτα καὶ τὸν ἀναί τιον εἰς αἰτίαν ἄγων τῇ βίᾳ ἢ τῶν λόγων ἢ τῶν μαστί γων. πάντες γὰρ ἀπεφαίνοντο οἵ τε τῶν Λατίνων οἵ τε τῶν Ῥωμαίων, καὶ μάλιστα τῶν Λατίνων, ἐπεί γε οὗτοι ἐλευθερωτέρᾳ χρῶνται πρὸς τοὺς δεσπότας τῇ γλώττῃ, ἀθῷον εἶναι ἐπὶ πᾶσι τὸν Κομνηνὸν Μιχαήλ· ἤκουσα δὲ καὶ αὐτὸς ἐπὶ τῇ κρίσει παρών, καὶ σὺν ἐμοὶ ὁ Μακρωτὸς Ἰωάννης, τάχα καὶ ἡμεῖς συναριθμούμενοι τοῖς κρίνουσι πρὸς τοῦ βασιλέως, ὡς ξύλων ἄν τινες μηδὲν διαφέροντες ἐνταῦθ' ἵστανται. ἐβούλετο γὰρ πάντας κατ' αὐτοῦ συμψη φίζεσθαι, ἡμῖν δὲ οὐκ ἦν λόγος, ἄνευ λόγου τοῦ Κομνηνοῦ Μιχαὴλ κρινομένου. ἐφιλεῖτο γὰρ– φίλη γε ἡ ἀλήθεια– οὐ πρὸς ἡμῶν καὶ μόνον, ἀλλὰ καὶ πρὸς παντὸς τῶν τε ἐν τέλει τῶν τε στρατηγῶν τῶν τε στρατιωτῶν καὶ αὐ τῶν τῶν τῆς ξύγκλυδος· τοῖς τε γὰρ νεάζουσιν ἡδὺς ἦν καὶ προσηνὴς ὁμιλῶν καὶ χαρίεις ἐν λόγοις καὶ ἐν ἐπιτη δεύμασι δεξιώτατος, τοῖς τε γέρουσι γηραιὸς ἐδόκει τὸν λόγον τε καὶ τὴν σύνεσιν, καὶ ἀσπάσιος αὐτοῖς ἐνομίζετο. καὶ ταῦτ' οὖν, ὡς οἶμαι, γέγονεν ἐπ' αὐτῷ δοκιμασίᾳ τοῦ κρείττονος· ἐπεὶ γὰρ εἰς τὴν βασίλειαν ἔμελλε θεὸς ἀναβι βάσαι τοῦτον περιωπήν, τῷ τῶν βασάνων πυρὶ καὶ τῷ διὰ πείρας χωνευτηρίῳ δεδοκίμακεν, ἵνα μὴ εἰς τὸν βασίλειον ἀναβὰς θρόνον ῥᾷον ἔχῃ πιστεύειν διαβολαῖς καὶ συκοφαν τίαις μήτε θᾶττον τὰς ἀποφάσεις ποιεῖν ἐπ' ἐξουσίᾳ τοῦ πράττειν τὰ βουλητέα γεγενημένος. οὐ μὴν ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς κατεξήτασεν, ὡς προϊὼν ὁ τῆς ἱστορίας λό γος δηλώσειεν. ἐπὶ δὲ τέλει τῆς ὑποθέσεως ταυτησὶν ἦν ὁ βασιλεὺς εἰρηκώς, κἀμοῦ τῶν λόγων ἀκροωμένου· «αἶ ἐλεεινὸν οἵας δόξης ἐξέπεσες.» τὸ δὲ ἦν ὅτιπερ πρὸς βου λήσεως ἦν τῷ βασιλεῖ τὴν ἐγγόνην αὐτοῦ, τὴν πρώτην θυγατέρα τοῦ υἱοῦ αὐτοῦ τοῦ βασιλέως Θεοδώρου τὴν Εἰρήνην, ἐπιδοῦναι τῷ Κομνηνῷ Μιχαὴλ εἰς ὁμόκοιτιν. ἦν δὲ αὕτη πρὸς τὸν Μιχαὴλ ἀνεψιά, δευτερεξαδέλφου θυγάτηρ· ἀλλὰ τοῦτο καὶ ἐπὶ τῷ βασιλεῖ Ἰωάννῃ ἐγένετο καὶ ἐν πλείοσιν ἄλλοις, καὶ εἴωθε τὰ τοιαῦτα οὕτω πως ξυμβαίνειν· κἂν γὰρ τῇ ἐκκλησίᾳ κεκώλυται, ἀλλὰ τοῖς βασιλεῦσιν ἐφεῖται τῆς κοινῆς προμηθείας χάριν καὶ τοῦ συμ φέροντος.