Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
51.1
Ὁ μὲν οὖν βασιλεὺς οὑτωσὶ τὰ τῆς ὑποθέσεως διαλύσας εἰς τὴν ἕω ἀπῄει, ὁ δὲ Κομνηνὸς Μιχαήλ, ὡς εἰρήκειν, ὑπεβλέπετο. ἐπεὶ δὲ τὸ τοῦ γένους περιφανὲς καὶ τὸ πρὸς αὐτὸν συγγενές, ἔτι γε μὴν τὸ πρὸς τοὺς μεγάλους γνήσιον τούτου οὐκ εἴα τὸν βασιλέα ἐν περιφρο νήσει φέρειν τὰ κατ' αὐτόν, τί δὴ ποιεῖ; στέλλει τοῦτον πρὸς τὸν πατριάρχην. ὁ Μανουὴλ ἦν τότε τὰ τῆς πατριαρχίας διιθύνων πηδάλια, ἀνὴρ εὐλαβοῦς καὶ βίου καὶ πολιτείας σεμνῆς, εἰ καὶ γυναικὶ συνεζύγη, ἄλλως δὲ οὐ πεπειραμένος γραμμάτων οὐδὲ ὧν ἀνεγίνωσκεν ἀνελίττων τὴν ἔννοιαν. καὶ γράφει πρὸς τοῦτον ὁ βασιλεὺς ἐπιτιμίῳ καθυποβα λεῖν τὸν Κομνηνὸν Μιχαὴλ καὶ ὅρκοις αὐτὸν ἐμπεδῶ σαι, μὴ ἄν ποτε βουληθῆναι ἀπιστίαν κατὰ τοῦ βασιλέως μελετῆσαι, φυλάττειν δὲ καθαρὰν αὐτοῦ τὴν πρὸς τὸν κρατοῦντα διάθεσιν. γέγονε ταῦτα, καὶ ὁ βασιλεὺς τὸν Κομνηνὸν ἀνεδέξατο Μιχαὴλ καὶ συζεύγνυσιν αὐτῷ εἰς γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ τοῦ σεβαστοκράτορος Ἰσαακίου τοῦ Δούκα ἐγγόνην τὴν Θεοδώραν, ἣν μόνην ὁ πατὴρ αὐ τῆς καταλελοιπὼς ὁ τοῦ σεβαστοκράτορος υἱὸς Ἰωάννης ἔτι ἐν μείραξιν ὢν τὸ χρεὼν ἐξεμέτρησε, χήραν μὲν τὴν αὐτοῦ γαμετὴν Εὐδοκίαν ἀφείς, τὴν τοῦ Ἀγγέλου Ἰωάννου θυγατέρα, ὀρφανὴν δὲ τὴν θυγατέρα αὐτοῦ Θεοδώραν, ἥτις εὐτυχῶς τῷ Κομνηνῷ τότε συνέζευκτο Μιχαήλ· ἡ γὰρ μήτηρ αὐτῆς Εὐδοκία καίτοι γε νέα οὖσα πάνυ τὴν χηρείαν φέρειν ἠσπάσατο, ἀρετὴν δὲ ἐφίλει καὶ τὸ καθάπαξ προσανέχειν θεῷ. διὰ ταῦτα καὶ ἀντιμισθίαν ἀντιλαμβάνει πρὸς θεοῦ τὸ κῆδος. καὶ ταῦτα μὲν ἔσχεν οὕτω.