Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
52.1
Ὁ δὲ βασιλεὺς τὰ τῆς ἕω μέρη κατειληφὼς καὶ τοῦ ἐνιαυτοῦ ἐκείνου παρῳχηκότος αὖθις περὶ τὴν προκαθη μένην τῶν Βιθυνῶν πόλιν ἀφίκετο Νίκαιαν. καιρὸς ἦν περὶ τὰ τοῦ χειμῶνος τέλη, καὶ φθίνων ἐτύγχανε Φεβρου άριος. καὶ ὁ βασιλεὺς ἐπὶ τῆς κλίνης ἑσπέρας καθήμενος– παρέδραμε δὲ καὶ μέρος τι τῆς νυκτός– αἴφνης γε γονὼς ἄφωνος, πρηνὴς ἐπὶ τῆς κλίνης πεσὼν ἦν τὸ ἀπὸ τοῦδε ἄναυδος τὸ καθόλου. χεῖρες δὲ ἰατρῶν ὑπούργουν ἐν τούτῳ καὶ ἀμυχὰς ἐν τοῖς ποσὶν ἐποίουν καὶ ἐφόλβιον ταῖς ἀμυχαῖς ἐνέβαλλον καὶ ἀλλ' ἄττα ἔπραττον, ὁπόσα ἡ τέχνη ἐδίδασκεν. ἀλλ' ὁ βασιλεὺς ὅλην τε ταύτην τὴν νύκτα καὶ τὴν ἐπιοῦσαν ἡμέραν καὶ αὖθις τὴν ἑτέραν νύκτα ἀκίνητος ἔκειτο· ἀποπληξία γὰρ ἦν ἡ νόσος καὶ οὕτω βα ρεῖα, ὥστε διαρκέσαι τοσοῦτον εἰς ἀκινησίαν καὶ ἀφωνίαν. μόγις οὖν ἀνέπνευσε καὶ εἰς ἑαυτὸν ἦλθεν, ἦν δὲ ἠλλοιω μένος τὸ χρῶμα. ἔσπευσε γοῦν καταλαβεῖν τὸ Νύμφαιον φθάσαι τε πρὸ τῆς βαϊοφόρου κυριακῆς, καθ' ἣν εἴωθε θριαμβεύειν ὁ βασιλεύς. ἐπιτείνας οὖν τὴν ὁδὸν ἀφίκετο εἰς τὸ Νύμφαιον, κἀκεῖσε τὸν κατὰ τὴν βαϊοφόρον θρίαμ βον ἐξετέλεσε καὶ τὴν ἀναστάσιμον ἑωρτάκει ἡμέραν. καὶ τὸ ἀπὸ τοῦδε τοῖς τοιούτοις ἐπεχωρίαζε μέρεσι, τῇ κατα σχούσῃ τοῦτον νόσῳ κατὰ διαστήματα ἡμερῶν τρυχόμενός τε καὶ πιεζόμενος. ποτὲ μὲν γὰρ ἐν τῷ παλατίῳ διάγων εὐθὺς ἐπὶ κλίνης ἔπιπτεν ἄφωνος, ποτὲ δὲ ἐφ' ἵππου βαί νων καὶ ὁδὸν βαδίζων ὑπὸ τῆς νόσου ἐγίνετο κάτοχος, καὶ οἱ συμπαρόντες κατεῖχόν τε καὶ πρὸς ὥραν παρεφύλατ τον, ὥστε μὴ γνωρίζεσθαι τοῖς πολλοῖς· ἐπὰν δὲ εἰς λο γισμὸν ἐπανῆκε, σχολῇ πρὸς τὰ βασίλεια ἐπανέστρεφεν· ἐνίοτε δὲ καὶ φοράδην ἐπὶ θρόνου ἐν τοῖς ἀνακτόροις ὑπὸ τῶν οἰκείων ἤγετο. ἐπεὶ δὲ ἡ νόσος ἐπηύξανε, τὸ σῶμα τοῦ βασιλέως κατέπιπτε· συνεχέστερον γὰρ ἤρξατο πάνυ τούτῳ ἐγγίνεσθαι. σύντηξις γοῦν ἦν αὐτῷ τῶν σαρκῶν, καὶ τὸ δεινότερον, ἡ ἀτροφία τοῦτον ἐπίεζεν. Ἐπεὶ οὖν χεῖρες ἰατρῶν εἰς τὴν νόσον ἀπέκαμον, παραμυ θίαν βουλόμενος μικρὰν ἐφευρεῖν ἠθέλησεν εἰς τὴν Σμύρνην ἀπελθεῖν, ὅπως τῷ ἐκεῖσε προσκυνήσῃ Χριστῷ παράκλησίν τε ποιήσῃ καὶ ἵλεων αὐτὸν ἀπεργάσοιτο. ἀφικόμενος οὖν ταῦτα μὲν διεπράξατο, ἀνακωχὴν δὲ τοῦ πάθους οὐχ εὗρεν, ἀλλ' ἐν τοῖς Περικλύστροις Τόποις σκηνούμενος– τόπος δέ ἐστιν οὗτος ἐγγύς που τῆς Σμύρνης, διὰ τὸ πολλοῖς τοῖς ὕδασι περικλύζεσθαι οὕτω πως κατονομαζόμενος– μείζονος ἢ μᾶλλον χείρονος τοῦ πάθους ἐπῄσθετο. ἐκεῖθεν οὖν ἀπάρας πονήρως λίαν ἔχων τοῦ σώματος καταλαμβάνει τὸ Νύμφαιον. καὶ ἐν μὲν τοῖς βασιλικοῖς οὐκ ἀπῆλθεν οἰκήμασιν, ἐν δὲ τοῖς ἐγγύς που τῆς χώρας βασιλείοις κή ποις τὰς ἀνακτορικὰς σκηνὰς ἐνιδρύσατο. ἔνθα καὶ τῷ χρεὼν ἐλειτούργησε τρίτῃ καλανδῶν Νοεμβρίου, ἑξήκοντα καὶ δύο, ὡς οἱ τὰ περὶ αὐτοῦ ἀκριβέστερον εἰδότες ἔφασαν, ἔτη βιώσας, ἐξ ὧν τριάκοντα καὶ τρία βεβασίλευκε καλῶς τε καὶ ἀγαθῶς. πρᾶος γὰρ ἦν καὶ πρὸς τὸ φιλανθρωπότερον ἀεὶ ἀπονεύων· δωρεαῖς μὲν πρὸς τοὺς αὐτοῦ ἧττον ἐχρᾶτο, πρὸς δὲ τοὺς ξένους καὶ μᾶλλον τοὺς ὡς πρέσβεις ἀφικο μένους δαψιλεστέραν τὴν χεῖρα προύτεινεν, ἵν' ὑπ' αὐτῶν ἐπαινοῖτο. ἐρώτων δὲ θηλέων ἡττᾶτο, ἐξ ὅτου ἡ σύζυγος αὐτοῦ καὶ βασιλὶς Εἰρήνη ἐξ ἀνθρώπων ἐγένετο· καὶ πολ λαῖς μὲν καὶ ἄλλαις εἰς φανερὰν ἐχρήσατο μῖξιν, μάλιστα δὲ τῆς ἐξ Ἰταλίας ἐλθούσης ὡς θεραπαινίδος μὲν τῆς ἐξ Ἀλαμανῶν συζύγου βασιλίδος Ἄννης, ἀντιζήλου δὲ αὐτῆς γεγενημένης Μαρκεσίνης τε ὀνομαζομένης τοῦ ἔρωτος ἥτ τητο. καὶ ἐς τοσοῦτον τῆς ἀγάπης αὐτῆς ἐξεκρέματο, ὡς καὶ πέδιλα ὑποδεδέσθαι δοῦναι ταύτην κοκκοβαφῆ καὶ ἐφεστρίδας τοιαύτας καὶ χαλινά, ἕπεσθαί τε αὐτῇ πλείους ἢ τῇ κυρίως δεσποίνῃ, ἄλλα τε πολλὰ ἐποίει ταῖς ἐκείνης δουλεύων ὀρέξεσι. καρτερικὸς δὲ ἦν ἐν ταῖς μάχαις οὗτος ὁ βασιλεύς. καὶ τοῖς μὲν κατὰ συστάδην πολέμοις οὐκ ἔχαιρε, τὸ ἀλλοπρόσαλλον τοῦ Ἄρεως δειλιῶν καὶ τὸ περὶ ταῦτα ἄδηλον ὑπολογιζόμενος· τῇ καρτερίᾳ δὲ χρώμενος καὶ ἐνεαρίζων μὲν εἰς τὴν τῶν ἐναντίων γῆν καὶ τὴν θέρους ὥραν διαβιβάζων, ἔτι δὲ καὶ τὴν φθίνουσαν ὀπώ ραν διανύων, ἐνίοτε δὲ καὶ παραχειμάζων, τὴν νικῶσαν ἐλάμβανεν, ἀποκαμνόντων τῶν ἐναντίων τῇ τοῦ βασιλέως ἐνστάσει τε καὶ ὑπομονῇ. Ἐτεθνήκει μὲν οὖν ὁ βασιλεὺς Ἰωάννης, τῷ υἱῷ αὐτοῦ Θεοδώρῳ τὴν βασιλείαν καταλελοιπώς, τριάκοντα καὶ τρία ἔτη διανύοντι. τοσοῦτος γὰρ ὁ χρόνος αὐτῷ ὁπόσος τῆς πατρικῆς βασιλείας ἐτύγχανε· σχεδὸν γὰρ τῇ πατρικῇ ἀναρρήσει καὶ ἡ γέννησις ἐκείνου συνέδραμεν. ἐλπὶς μὲν οὖν πᾶσιν ἦν Ῥωμαίοις καὶ μάλιστα τοῖς ἐν στρατείᾳ τε λοῦσι καὶ τοῖς ἐν τοῖς βασιλείοις διάγουσι πολλῶν ἀγαθῶν πρὸς τοῦ νέου ἐπιτεύξασθαι βασιλέως· καὶ εἴ τις ἦν πρὸς τοῦ πατρὸς ἐκείνου λελυπημένος ἢ στέρησιν χρημάτων πεπονθὼς ἢ καὶ κτημάτων, ἐλπίδας εἶχε λύσιν εὑρεῖν τῶν κακῶν. οὕτω μὲν οὖν οἱ πάντες ἤλπιζον. τό τε γὰρ νέον τῆς ἡλικίας καὶ τὸ πρὸς ἅπαντας χαρίεν καὶ τὸ πράως τοῖς ξυνιοῦσι προσφέρεσθαι καὶ ἱλαρῶς τοῖς συντυγχάνουσιν ὁμιλεῖν, ἃ δὴ πάντα φενάκη ἦν καὶ ὑποκριτικὸν προσω πεῖον, ταῦτα ἐποίουν φαντάζεσθαι. ἀλλ' ἥμαρτον τοῦ σκοποῦ, καὶ τὸ τῆς παροιμίας ἄνθρακες αὐτοῖς ἐκ θησαυ ρῶν ἀνεφάνησαν. τοιοῦτος γὰρ πρὸς τοὺς ὑπηκόους ἐφάνη καὶ οὑτωσὶ τοῖς ὑπὸ χεῖρας ἐχρήσατο, ὡς πάντας τὸν πα τέρα μακαρίζειν καὶ βασιλέα· καὶ εἰ λίαν ὑπῆρξέ τις δεινὰ παρ' ἐκείνου παθών, πρὸ τῆς αὐτοῦ τελευτῆς ἐξ ἀνθρώπων γενέσθαι ἑαυτὸν ἠγάπα καὶ ηὔχετο τὴν ζωὴν καταλῦσαι καὶ συναριθμηθῆναι τοῖς πλείοσιν.