Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 54 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
54.1
Ἡ δ' αἰτία τοῦ ἐπισπεύδειν τὴν ἀπὸ τῆς Νικαίας ἔξοδον ἦν αὕτη. ὁ βουλγαράρχης Μιχαήλ, ὃς γυναικά δελφος τοῦ βασιλέως ἐτύγχανε Θεοδώρου, τῷ πενθερῷ αὐτοῦ Ἀσὰν Ἰωάννῃ ἐκ τῆς τοῦ Ἀγγέλου Θεοδώρου θυγατρὸς γεννηθείς, τὸν τοῦ βασιλέως Ἰωάννου πυθόμενος θάνατον, ἐπεὶ τὰ δυτικὰ μέρη γυμνὰ στρατευμάτων ἑώρα Ῥωμαϊκῶν, βου ληθεὶς τὴν ἀφῃρημένην πρὸς τοῦ βασιλέως Ἰωάννου χώ ραν ἐκ Βουλγάρων καὶ τὰ ἐν αὐτῇ ἄστη πρὸς Βουλγαρικὴν τὴν ἀρχὴν καὶ αὖθις ἀνακαλέσασθαι– τοῦτο γὰρ ἐκ μα κροῦ τοῖς Βουλγάροις ὠδίνετο– καὶ τὸν καιρόν, ὡς ἐδό κει, κατιδὼν ἐπιτήδειον, ἐξορμήσας τοῦ Αἵμου καὶ τὸν Ἕβρον διαπεράσας ἐν οὐ πολλῷ χρόνῳ πολλήν τε χώραν ὑφ' ἑαυτὸν ἐποιήσατο πολλά τε ἄστη σὺν οὐδενὶ παρεστή σατο πόνῳ. Βούλγαροι καὶ γὰρ τυγχάνοντες οἱ οἰκήτορες τοῖς ὁμοφύλοις προσέτρεχον, τὸν ζυγὸν τῶν ἀλλογλώσσων ἀποσειόμενοι· τὰ δὲ ἄστη μετὰ τῶν Ῥωμαϊκῶν καὶ μόνων ἀπολελειμμένα φυλάξεων, οὐκ ἀξίων τοιούτοις καιροῖς ἀντι μάχεσθαι, εὐχείρωτα τοῖς Βουλγάροις ὑπῆρχε, τῶν μὲν πτοίᾳ ταραττομένων καὶ προδιδόντων τὰ ἄστη καὶ λαμβα νόντων τὴν πρὸς τὰ οἴκοι ἐλευθερίαν, τῶν δὲ πρὸς τὴν ἐξαπίνης γεγενημένην τῶν Βουλγάρων ἔφοδον μηδὲν ἐχόν των ἐκ τοῦ προχείρου νοῆσαι λυσιτελοῦν ἀποδιδρασκόντων καὶ ταῦτα ἔρημα τῶν φυλαττόντων ἀπολιμπανόντων, ἄλλων δὲ ἴσως καὶ χρόνῳ ἀποκαμόντων, παραταθέντος αὐτοῖς παρὰ τὸ μέτρον τοῦ χρόνου τῆς φυλακῆς. τὰ πλείω δὲ τῶν ἄστεων καὶ ἀπεριποίητα ἦν καὶ τῶν χρειωδῶν ὅπλων ἄμοιρα. κατεσχέθη μὲν οὖν ἐκ τοῦ παραυτίκα Στενίμαχος Περιστίτζα Κρυτζιμὸς Τζέπαινα καὶ τὰ ἐν τῇ Ἀχριδῶν ξύμπαντα πλὴν Μνειάκου· τοῦτο γὰρ καὶ μόνον ὑπὸ Ῥω μαίων πεφύλακται. Οὔστρα δὲ καὶ Περπεράκιον καὶ Κρυ βοῦς καὶ τὸ παρακείμενον τῇ τοῦ Ἀδριανοῦ καὶ κεκλημένον Ἐφραῒμ τοῖς Βουλγάροις κεχείρωνται. τούτων οὖν οὕτω γεγενημένων καὶ τῶν ἐν δυσμοῖς Ῥωμαϊκῶν κλονουμένων πραγμάτων, τῆς φήμης μέχρι καὶ ἐς βασιλέως ἐπιδρα μούσης καὶ πλειόνων προσδοκίαν κακῶν τῶν προσόντων φαντασίαν παρεχομένης, οἱ περὶ τὰ βασίλεια οὐ μικρῶς ἐταράχθησαν. ἠπίσταντο γὰρ ὡς τὰ πλείω τῶν δυτικῶν μερῶν Βουλγάροις οἰκοῦνται, ἀποστατήσασι πάλαι Ῥωμαίων, προσφάτως δὲ χειρωθεῖσι τῷ βασιλεῖ Ἰωάννῃ καὶ οὔπω πῆξιν τῆς χειρώσεως λαβοῦσιν, ἔχθραν δὲ ἀεὶ πρὸς Ῥω μαίους ἐνδομυχοῦσι.

Intertext edge

Open linked passage

Note