Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
55.1
Διὰ ταῦτα καὶ αὐτὸς ὁ βασιλεὺς ἠδημόνει τοῖς πράγμασιν, εἰ οὕτω κατ' ἀρχὰς τῆς ἐξουσίας αὐτοῦ δυστυ χῶς πράττει. συναθροίσας οὖν τοὺς ἐν τέλει καὶ τοὺς εἰς στρατηγοὺς τεταγμένους, σὺν οἷς καὶ οἱ πρὸς πάππου αὐ τοῦ τοῦ βασιλέως Θεοδώρου ὑπῆρχον αὐτῷ θεῖοι, ὅ τε Μανουὴλ καὶ ὁ Μιχαήλ, ἐβουλεύσατο τί ἂν ἔχοι εἰς τὰ γεγενημένα διαπράττεσθαι. οἱ μὲν οὖν πλείους διαπερᾶσαι τὸν βασιλέα τὸν Ἑλλήσποντον δέον ἔλεγον εἶναι καὶ στῆσαι τὴν τῶν Βουλγάρων φοράν. τοῦτο δὲ τοῖς τοῦ κρατοῦντος θείοις τοῖς προειρημένοις οὐκ ἤρεσκεν, οἷς καὶ προσεῖχε μᾶλλον ὁ βασιλεὺς πολλῶν ἕνεκα· ἥ τε γὰρ γνησιότης τοῦ γένους ἠνάγκαζε καὶ τὸ τῆς ἡλικίας γηραιὸν παρεβίαζεν, οὐχ ἧττον δὲ πρὸς τοῦτο καὶ τὸ πολλῶν πραγμάτων ἴδρεις αὐτοὺς γενέσθαι παρέπειθε. φυγάδες γὰρ οὗτοι γεγονότες τῆς τοῦ βασιλέως Ἰωάννου διακρατήσεως πολλοῖς προσωμίλησαν δεσπόταις καὶ εἰς διαφόρους περιεπλανήθησαν τό πους, κἀντεῦθεν κατὰ τὴν ποίησιν εἶδον ἄστεα καὶ νόον ἔγνωσαν. καὶ ἦσαν μὲν ὡς ἀληθῶς οὗτοι νοήμονες, οὐκ ὀρθὰ δὲ ἐφρόνουν τοῖς τῶν Ῥωμαίων πράγμασιν, αἰτίαν ἔχοντες τὸ παρευδοκιμηθῆναι τὰ πρῶτα παρὰ τοῦ ἀδελφοῦ καὶ βασιλέως, μηδενὸς αὐτῶν εἰς ἀξίαν ἀνηγμένου βασι λέως ἀδελφοῖς διαπρέπουσαν, εἶτα καὶ παρὰ τοῦ γαμβροῦ καὶ βασιλέως· καὶ φυγαδίαι τῆς Ῥωμαίων γεγενημένοι πρὸς αὐτοὺς ἐδυσμέναινον. καὶ ταῦτα μὲν ἴσως ἐρεῖ τις αἴτια εἶναι, τὸ δ' ἀληθὲς τὰ τῶν ἀνθρώπων ἤθη ἀβέβαια ὄντα καὶ ἄστατα τοιούτους τυγχάνειν ἐποίουν. καὶ ταῦτα μὲν οὐ διελάνθανεν οὐδὲ τὸν βασιλέα Θεόδωρον· τέως οὖν ἐξ ἀνάγκης καὶ τῷ μὴ ἔχειν κρείττοσιν ἄλλοις βουλεύεσθαι τούτοις ἐχρᾶτο πρὸς συμβουλάς. ὑπετίθεντο γοῦν οὗτοι ὡς οὐ χρεὼν τὸν βασιλέα διαπερᾶσαι πρὸς τὴν δυσμήν, ὅτι τε κακῶς πράττει τὰ τοιαῦτα μέρη καὶ ὡς νοσεῖ σχεδὸν ἀθεράπευτα, στράτευμά τε μὴ ἔχειν τὸν βασιλέα προσῆκον πράξει βασιλικῇ· ὁ γὰρ χειμὼν ἐκώλυε τὴν συνάθροισιν τῶν δυνάμεων. καὶ τὸ ἐπιδημῆσαι κατὰ χώραν τὸν βα σιλέα καὶ μὴ ἄξιον τοῦ ὀνόματος αὐτοῦ καὶ τῆς φήμης ἐργάσασθαι οὐ τῶν ἀφῃρημένων καὶ μόνων βεβαίωσιν ἐν τοῖς ἐχθροῖς ποιεῖται ἀλλὰ καὶ τῶν περιλελειμμένων ἀφαί ρεσιν αὔξην τε τῶν ὑπεναντίων πολλῷ μείζονα, ὡς καὶ τῶν Ῥωμαϊκῶν πραγμάτων ἐλάττωσιν οὐ σμικράν. ταῦτα μὲν ἔφασκον οὗτοι, ἄλλοι δὲ πάντες τὴν βασιλικὴν περαίωσιν συνεβούλευον καὶ ταύτην κατήπειγον, μὴ λάθοι τὰ πάντα τῶν ἐν δυσμῇ ἢ τὰ πλείω ταῖς τῶν ἐχθρῶν χερσὶν ἁλω θῆναι. ἡ τῶν πλειόνων γοῦν ἴσχυσε βουλή, μάλιστα δὲ τοῦ βασιλέως τὸ πρόθυμον καὶ ὁ τῆς καρδίας αὐτοῦ ζῆλος, ἐκκαὴς γεγονὼς πρὸς τὴν κίνησιν. καὶ προσλαβόμενος τοὺς ὅσοι συνακολουθεῖν ἔτυχον, εἰς μέτριον ἀριθμουμένους στράτευμα, καὶ τοὺς καθ' ὁδὸν ξυντυγχάνοντας καὶ τοὺς ἐγγύτερον τῆς φερούσης ὄντας καὶ δυναμένους αὐτοῖς ὅπλοις καὶ ἵπποις ἐφέψεσθαι, διαπεραιοῦται τὸν Ἑλλήσποντον καὶ ὡς εἶχε τάχους τὴν Ἀδριανούπολιν πέφθακε.