Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
58.1
Ἐπεὶ δὲ ταῦτα οὕτω συνέβη, συνεπεπτώκει καί τι τῶν βαρυτέρων καὶ πολλὴν τὴν κατὰ τῶν Ῥωμαίων βλάβην ἐπαπειλοῦν. ὁ γὰρ τοῦ Μελενικιωτικοῦ προεξάρχων στρατεύματος, Δραγωτᾶς τοὔνομα, καὶ φύσει μὲν ὡς Βούλ γαρος δύσνοιαν τρέφων κατὰ Ῥωμαίων, ἔτι δὲ καὶ πλέον φέρων τοῦ φυσικοῦ διὰ τὴν πρὸς τὸν βασιλέα ἀπέχθειαν– ἤλπισε γὰρ ἐξ αὐτοῦ μεγάλων τυχεῖν· οὐδὲ γὰρ ἔκρινεν ἄξια τὰ παρὰ τοῦ βασιλέως Ἰωάννου ἐκείνῳ κεχορηγημένα καὶ ταῦτα πολλὰ γεγενημένα– ἀποστασίαν φανερὰν μεμε λέτηκε. καὶ δὴ πάντας τοὺς ἐν Μελενίκῳ συναγαγὼν στρα τιώτας τε καὶ λοιπούς, ἔτι δὲ καὶ ἄλλους παμπόλλους ἐκ τῶν πέριξ χωρῶν, παρεκάθισε τοῦ Μελενίκου τῷ ἄστει καὶ ἐπολιόρκει τοῦτο καὶ ἐφιλονείκει πορθεῖν. ἦσαν δὲ ἐν τούτῳ τῷ ἄστει προτεταγμένοι τῶν φυλασσόντων ὅ τε Νεστόγ γος Θεόδωρος καὶ ὁ Ἄγγελος Ἰωάννης, καὶ ἀμφότεροι δέξιοι ἄστη φυλάξαι καὶ πολεμίους ἐκτρέψασθαι. ἐστενοχώρει δὲ τοὺς ἔνδον τοῦ ἄστεος οὐδὲν ἄλλο– καὶ γὰρ ηὐμοί ρουν τῶν χρειωδῶν– ἀλλ' ἢ ἡ τοῦ ὕδατος ἔνδεια, ἐν ὥρᾳ θέρους τὸ ἀναγκαιότατον τῶν ἄλλων κἀν τῇ σπάνει βαρύτατον. οἱ δὲ– καὶ γὰρ οὐ πάντῃ τούτους τὸ ὕδωρ ἐξέλιπε– καρτερῶς τοῖς ἐναντίοις ἐμάχοντο καὶ ἀνθίσταντο καὶ ὀϊστοῖς ἔβαλλον καὶ λίθοις ἐτίτρωσκον καὶ πᾶσιν ἄλλοις ὅπλοις ἐμάχοντο. Τούτων ἐν ἀκροάσει γενόμενος ὁ βασιλεὺς δυσφόρως τὴν ἀκοὴν ἤνεγκε, βουλὴν δὲ βουλευσάμενος τὴν ἀρίστην, ὡς εἶχε τάχους ἅπαν ξυναγηοχὼς τὸ στρατόπεδον δωδε καταῖος τὰς Σέρρας πέφθακεν, ἐν ὀλίγῳ χρόνῳ τοσαύτην διανύσας ὁδὸν καὶ τοσοῦτον ἐπαγόμενος στράτευμα, ταῖς κατὰ συστάδην εἰθισμένον μάχαις, ὅπλοις κατάφρακτον καὶ ἵπποις φορταγωγοῖς διοικούμενον καὶ πάσαις ἄλλαις ἀπο σκευαῖς συγκροτούμενον καὶ περιφραγνύμενον. ἐπεὶ δὲ μέχρι Σερρῶν κατηντήκει, αὐτόθι διανυκτερεύσας, ἅμα πρωῒ τὰ στρατεύματα συνταξάμενος καὶ τοὺς πεζαιτέρους καὶ τοξοφόρους ἔμπροσθεν βαίνειν ἐγκελευσάμενος, ἐπεί περ ἐπέπυστο τὴν τοῦ Ῥουπελίου δυσχωρίαν, καθ' ἣν ὁ ποταμὸς Στρυμὼν ῥεῖ, δυσὶ συγκλειόμενος ὄρεσιν, ὡς μόγις ἅμαξαν διὰ ταύτης ἔρχεσθαι, τοῦ ποταμοῦ στενω τάτην ἀπεργαζομένου τὴν δίοδον,– κλεισούρας τοὺς τοι ούτους τόπους ὁ πολὺς κατονομάζει λαός– Βουλγαρικῇ φυλάττεσθαι στρατιᾷ ἱππέων μὲν ὀλίγων πεζῶν δὲ πολλῶν,– οἱ γὰρ Βούλγαροι καὶ πύλας ἐν αὐταῖς κατεσκεύασαν μοχλοῖς καὶ κλείθροις ἠσφαλισμένας, ὡς ἄμαχα τούτοις ἐξ ἀμφοτέρων τυγχάνειν τῆς τε δυσκολίας τοῦ τόπου καὶ τῆς γεγενημένης παρ' αὐτῶν προμηθείας καὶ τῆς λοιπῆς ὀχυ ρώσεως– ἐπεὶ ταῦτα οὕτως ἔχειν ἐμεμαθήκει ὁ βασιλεύς, σπουδῇ περὶ τὸν ἐκεῖσε χῶρον ἀφῖκτο, εὗρε δὲ τὰ ἐν αὐτῷ καθάπερ ἐπέπυστο. ἀποκόψας οὖν τῆς τῶν πεζαιτέρων στρατιᾶς ὅσον ἦν εἰκὸς σύνταγμα, ὑπὲρ κεφαλῆς τῶν Βουλ γάρων βαδίζειν εἰς τὸ ὄρος προστέταχεν, ὡς ἂν ἐξ ὑπερδεξίων τοὺς Βουλγάρους βάλλωσιν ἐξ ὑψηλοτέρων τῶν τόπων ἐν τοῖς χθαμαλοῖς ἐκείνους τυγχάνοντας. οἱ δὲ θᾶττον ἐποίουν τὰ προσταττόμενα· ἦν γὰρ τὸ ὄρος δένδροις μὲν συνηρεφές, βάσιμον δὲ ποσὶ πεζαιτέρων· ἱππεῦσι δὲ κατευθὺ τῶν πυ λῶν τὴν μάχην ποιεῖν ἐκέλευσεν. Ἐπεὶ γοῦν κατεῖδον οἱ Βούλγαροι ἄνωθεν μὲν ἐκ τῶν βουνῶν ὀϊστοῖς αὐτοὺς βαλλομένους, σταδαίαν δὲ τὴν μάχην κατεναντίον κεκτημένους, καὶ ἐν στενῷ κομιδῇ τὰ κατ' αὐ τοὺς καθορῶντες εἰς φυγὴν ἐτράποντο, καὶ τὸ βασιλικὸν αὐτοῖς ἐφείπετο στράτευμα. πολλοὺς οὖν ἐκεῖσε σπάθης ἔρ γον πεποίηνται, οἱ δ' ἄλλοι μέχρι καὶ τῶν Βουλγαρικῶν στρατευμάτων διασωθέντες ἀπέδρασαν καὶ τούτοις τὰ περὶ τοῦ βασιλέως ἀπήγγειλαν καὶ ὅσα δὴ ἐπεπόνθεισαν. οἱ δὲ τῷ ἀθρόῳ διαταραχθέντες τῆς ἀκοῆς, καὶ ὡς αἴφνης αὐ τοῖς ἐπεισπέπτωκε τὰ δεινά, ἕκαστος ὡς εἶχεν ἵππου τοῦ ἐφευρεθέντος αὐτῷ σχεδὸν ἐπιβάς, φεύγειν ὥρμησαν. ἐπεὶ δὲ καὶ νὺξ ὑπῆρχεν ἀσέληνος, καθ' ἣν ἡ φυγή, καὶ δυσχερὴς ὁ τόπος καὶ τὰ τῶν ὁδῶν δυσδιάγνωστα, ἔπιπτον μὲν ἐξ ἵππων ἔνιοι, ἕτεροι δὲ αὐτοὺς κατεπάτουν καὶ ἔφθειραν, καὶ ἄλλοι μὲν τῶν ἐφεστρίδων ἀπεσφενδονοῦντο κατὰ κρημνῶν, ἄλλοι δὲ ἄλλως τέλος δύστηνον ἀπελάμ βανον, ὡς ὀλίγους ἐξ αὐτῶν διασωθέντας εἰς τὴν Βουλ γάρων ἀφῖχθαι. τότε δὴ καὶ ὁ προϊστάμενος αὐτῶν Δρα γωτᾶς, ὁ καὶ προεξάρχων τῆς ἀπιστίας, ἵππων ποσὶν ἅπαν τὸ σῶμα συντέθλασται καὶ τριταῖος τὴν αὐτοῦ ψυ χὴν ἐξεφύσησεν. ὁ μὲν οὖν βασιλεὺς τῆς νυκτὸς ἐκείνης τὸ ἄστυ καταλαβὼν τοῖς ἐκεῖσε φυλάττουσι ξυνωμίλησε, κἀκεῖνοι ἀσπασίως τε τὸν αὐτοκράτορα ὑπεδέξαντο καὶ κρό τοις ἐπῄνουν καὶ εὐφήμοις λόγοις ἐκύδαινον καὶ ἀετὸν ταχὺν κατωνόμαζον.