Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
59.1
Τὰ ἐκεῖσε μὲν οὖν, ὡς ἦν εἰκός, οἰκονομήσας ὁ βασιλεύς, καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας τῶν ἀπιστη σάντων ἐξορίσας τοῦ ἄστεος, πάντα δὲ τὰ αὐτῶν χρήματα δημοσιευθῆναι κελεύσας, ἀπάρας τοῦ Μελενίκου ἐς τὴν Θεσσαλονίκην ἀφίκετο, κἀκεῖθεν τὸν Βαρδάρειον διαπεράσας καὶ τὰ Βοδηνὰ παραμείψας ὀλίγον ἐκεῖσε τὰς σκηνὰς ἔπηξεν. ἐνόσησε δὲ νόσημα ἑδρικόν· τοῦτο δὲ καὶ ἐπι δήμιον τοῖς ἐκεῖσε στρατεύμασιν ἐγεγόνει. διακαρτερήσας οὖν ἐκεῖσε μικρὸν ὅσον ῥαΐσαι τὴν νόσον, περὶ τὸν Πρίλα πον ὥρμησεν. ἐκεῖσε γοῦν προσηκόντως συσκευασάμενος καὶ μηχανήματα προσλαβόμενος καὶ ἁμάξαις τὰς ἑλεπόλεις συγκομισάμενος ἐς τὸν Βελεσὸν ἐχώρει πολιορκῆσαι τοῦτον καὶ τῆς τῶν ἐχθρῶν χειρὸς ἐξελεῖν. οἱ δὲ καὶ μόνον τῇ τοῦ βασιλέως ἐφόδῳ καταβροντηθέντες καὶ μηδὲ ἀναμεί ναντες ἀναστῆναι μηχανήματα, εἰς συνθήκας ἐλθόντες ἐφ' ᾧ μηδέν τι παθεῖν δεινόν, αὐτοῖς δὲ ὅπλοις καὶ πράγμασι τοῦ ἄστεος ἐξελθεῖν, τοὺς ὅρκους πρὸς τοῦ βασιλέως λα βόντες ἐξῄεσαν τοῦ φρουρίου. ὁ δὲ βασιλεὺς ἐπείπερ αὐ τοὺς ἐθεάσατο παμπόλλους μὲν τὸν ἀριθμὸν– εἰς γὰρ πεντακοσίους ἠρίθμηντο– εὐμεγέθη δὲ κεκτημένους τὰ σώματα καὶ ἀγαθοὺς τὰς μορφάς, ἐπὶ τῇ πράξει μεταμε μέληται, εἰ τοσούτους καὶ τοιούτους ἐάσει πρὸς τὴν τῶν ἐχθρῶν ἀφικέσθαι καὶ ἐναντίους γενέσθαι Ῥωμαίοις· ὑπὸ δὲ τῶν ὅρκων ἀναγκασθεὶς ἀπέλυσε σφᾶς αὐτοὺς ἀποδοὺς τὴν ἐλευθερίαν. Ἐκεῖθεν οὖν μετὰ πάσης τῆς στρατιᾶς ὁρμήσας διὰ τῆς Νευσταπόλεως τὴν πορείαν ἐποιεῖτο. ἄνυδρος δέ ἐστιν ὁ τόπος καὶ ἄοικος καὶ πλήθει στρατευμάτων δυσβάδιστος. ἄρτου γοῦν ἐν ἐνδείᾳ ἐν οὐ μετρίαις ἡμέραις διῆγεν ἡ στρατιά, καὶ δυσὶν ἡμέραις οἱ πλείους τῶν ἵππων ὑπῆρ ξαν ὕδατος ἄγευστοι. τὸ γοῦν τῆς Στρουμμίτζης. παρα μείψαντες ἄστυ καὶ διὰ τῶν τοῦ Μελενίκου χώρων βαδί σαντες εἰς τὰς Σέρρας καὶ αὖθις ἀπῄειμεν. ἔνθα καὶ γραφὰς ὁ αὐτοκράτωρ δεξάμενος ἐκ τῶν τῆς ἀνατολῆς μερῶν πρὸς τοῦ προσφιλοῦς αὐτοῦ πεμφθείσας Μουζάλω νος, ὡς τὰ τῶν Μουσουλμάνων πρὸς τῶν Ταχαρίων κυ μαίνεται, ἐπέτεινε τὴν ὁδὸν καὶ μακροτέρας τὰς ἡμερησίους ἐποιεῖτο πορείας. ἐπεὶ δὲ τὸν Ἕβρον ἐπεφθάκει, ὃν καὶ Μαρίτζαν ὁ χυδαῖος κατονομάζει λαός, καὶ μὴ οὕτως ἔχειν τὰ ἐν τῇ ἕῳ μεμαθηκὼς πράγματα, τῆς ταχυτῆτος ἀνιεὶς σχολαιότερον ἐπορεύετο καὶ τοὺς συνήθεις βασιλικοὺς ἐποι εῖτο σταθμούς· παρεκκλίνας δὲ τῆς πρὸς ἕω κατ' εὐθεῖαν ἐς τὸ Διδυμότειχον ἀφίκετο κἀκεῖθεν εἰς τὴν Ἀδριανοῦ. Καὶ ἐπεὶ μηδὲν ἐναπολέλειπτο τῶν παρὰ τῶν Βουλγά ρων κατασχεθέντων φρουρίων καὶ ἄστεων– πάντα γὰρ ὁ βασιλεὺς ἐχειρώσατο– πλὴν δυοῖν, ἑνὸς μὲν φρουρίου πάνυ σμικροτάτου ἐν τοῖς βουνοῖς κειμένου τῆς Ἀχριδοῦ καὶ καλουμένου Πάτμου, ὃ καὶ εὐχερῶς πάνυ ὁ Φιλανθρωπη νὸς Ἀλέξιος εἷλεν ὁ Δούκας, καταλειφθεὶς πρὸς τοῦ βασι λέως εἰς φυλακὴν τῶν ἐν Ἀχριδῷ, καὶ ἄστεος ἄλλου Τζεπαίνης ὀνομαζομένου, λίαν τυγχάνοντος ὀχυροῦ καὶ περὶ τὴν ξυμβολὴν τελοῦντος τῶν δύο μεγίστων ὀρῶν, τοῦ τε Αἵμου καὶ τῆς Ῥοδόπης, καθ' ὧν μέσον ὁ Ἕβρος ῥεῖποταμός, ἐν δεινῷ μὲν ἐποιεῖτο ὁ αὐτοκράτωρ, ὅτι μὴ καὶ αὐτῶν ὡς τῶν ἑτέρων ἐκράτησεν, ἀλλ' ἔτι τῆς χειρὸς αὐτοῦ κρείττω φανέντα ἔξω τυγχάνουσι· μάλιστα δὲ ὑπὲρ τῆς Τζεπαίνης ἐδυσφόρει τὰ μέγιστα. ἔσπευδε μὲν οὖν καὶ κατὰ ταύτης στρατεῦσαι καὶ ὡς εἶχεν ἰσχύος ἀποπειρά σασθαι. ἡ μὲν οὖν ὥρα τοῦ θέρους ἤδη παρῄει, καὶ τὸ μετόπωρον ἐγγὺς ἦν καὶ τοῦτο παραδραμεῖν. ὁ δὲ μηδέν τι τοῦ καιροῦ φροντίσας μηδὲ τὸ τοῦ χειμῶνος προσκο πήσας δριμύ– ἑνὸς γὰρ καὶ μόνου τοῦ τὸ οἰκεῖον ἀπο πλῆσαι βούλημα ἐστοχάζετο– τὴν στρατιὰν πᾶσαν ἐκ τῆς Ἀδριανοῦ κινήσας ἁμάξας τε παμπόλλας συλλεγῆναι προσ τάξας ἁπανταχόθεν τῆς τῶν Μακεδόνων χώρας, τὰς μὲν ἐπὶ τῷ τὰ μηχανήματα καὶ τὰς ἑλεπόλεις φέρειν, τὰς δὲ ἐπὶ τῷ διακομίζειν τὰ ζωαρκῆ τοῦ στρατεύματος, καὶ συναθροι σθῆναι κελεύσας πληθὺν ἀνδρῶν πεζῶν τοξοτῶν καὶ κορυ νοφόρων οὐκ εὐαρίθμητον, ἐπεὶ πάντα καλῶς αὐτῷ καὶ ὡς ἔδοξε κατηρτίσατο, τῆς Ἀδριανοῦ ἀπάρας κατὰ τῆς Τζεπαίνης ἐχώρει. τέσσαρας δὲ σταθμοὺς παρήμειψεν ὁ στρατός, καὶ κατὰ τὸν τόπον, ὃν Μακρολιβάδα κατονο μάζουσιν, ἐτητύμως πρὸς τὸ σχῆμα τὴν κλῆσιν οἱ πρώτως ἰδόντες θέμενοι, δεινὸς συμπίπτει σφίσι χειμών. ἐξ ἑσπέ ρας γοῦν ἀρξάμενος, δι' ὅλης τῆς νυκτὸς τὴν σφοδρότητα τοῦ ψύχους καὶ τοῦ ἀνέμου προσεπιτείνας τὸ βίαιον, πολλῇ τε χιόνι τῆς γῆς ἐπηλυγάσας τὴν ἐπιφάνειαν, ἕωθεν τῷ βασιλεῖ πολλὴν προυξένησε τὴν δυσχέρειαν. ὅ τε γὰρ τόπος ἄοικος ἦν καὶ ἐγγύτερον ἐτύγχανον οἱ πολέμιοι, καὶ ἡ προσδοκωμένη σπάνις τῶν ἀναγκαίων οὐχ ἧττον τὴν ψυχὴν ἐπίεζε· τοῦτο γὰρ καὶ μᾶλλον δεινότερον καθέστηκεν ἐν στρατεύμασιν. ἐς τοσαύτην γοῦν τὴν δυσφορίαν συνελα θεὶς τοὺς ἡγεμόνας συνηθροίκει τῶν στρατευμάτων, οὐ τῶν Ῥωμαϊκῶν μόνων ἀλλ' ἤδη καὶ τῶν ἐξ ἔθνους Λατίνων τε καὶ Σκυθῶν, καὶ τούτους τί δεῖ ποιεῖν ἠρωτήκει. πάντες γοῦν σχεδὸν ἐβουλεύσαντο ἐς τὴν Ἀδριανοῦ τὴν ἐπιστροφὴν ποιήσασθαι. ὁ δὲ τὴν μὲν βουλὴν αὐτῶν οὐκ ἀπέπεμψεν, ἀλλὰ πρὸς αὐτοὺς εἰρήκει ὡς «ὑμεῖς μὲν ὅπερ κρεῖττον καὶ συμφέρον ἔδοξε καλῶς ἐβουλεύσασθε· εἰ δὲ καὶ αὐτὸς ἕτερόν τι σὺν θεῷ νοήσαιμι, οὐκ ἂν δέξησθε τοῦτο ὡς ἀπὸ δεσπότου νουνεχοῦς εἰρημένον καὶ ὑμῶν ὡς δέον προνοουμένου;» ξυνέφησαν ἅπαντες ὡς «ὅπερ ἂν τῷ σῷ δόξειε κράτει, στερκτὸν αὐτὸ καὶ ἀσπαστὸν λογισαίμεθα.» τούτους μὲν οὖν πάντας ἀπέλυσεν ὁ βασιλεὺς εἰς τὰς σφε τέρας ἐπιέναι σκηνὰς ἐφ' ᾧ καὶ τροφῇ διὰ τὸν χειμῶνα χρήσασθαι, αὐτὸς δὲ εἰς τὸν αὐτοῦ κοιτῶνα εἰσιὼν μετὰ τῶν περὶ αὐτὸν ἐβουλεύετο τί μᾶλλον χρὴ ποιεῖν. τινὲς μὲν τὴν τῶν ἔξωθεν βουλευσαμένων βουλὴν εἰς ἔργον ἐβου λεύοντο θεῖναι, ἄλλοι δέ, οἷς καὶ τὸ κρεῖττον διανοηθῆναι τῷ βασιλεῖ διακέκριται, τοὐναντίον εἰρήκασιν. ἔφησαν καὶ γὰρ «ὅση μὲν ὁδός ἐστιν ἡμῖν ὄπισθεν εἰς τὴν Ἀδριανοῦ, τοσαύτη καὶ ἔμπροσθεν εἰς τὸ τοῦ Στενιμάχου ἄστυ καθ έστηκε· καὶ ὥσπερ ἐκεῖ τῶν χρειωδῶν εὐμοιρῆσαι ἔχομεν, οὕτω δὴ καὶ εἰς τὸν Στενίμαχον. οὕτω γοῦν πράξαντες οὐ δόξαιμεν τοῖς πολεμίοις οὔτε δειλίᾳ τῇ πρὸς αὐτοὺς οὔτε μὴν τῇ τοῦ χειμῶνος δυσχερείᾳ τὴν ὑποστροφὴν ποι ήσασθαι.» ἀρεστὸν γοῦν ἔδοξε τοῦτο τῷ βασιλεῖ, καὶ ἐπεὶ τῆς δριμύτητος καὶ ὁ χειμὼν ἔληγε καὶ ἡ τῆς χιόνος ἔστη φορά, τὴν ἐπιοῦσαν τὸ ἀνακλητικὸν ἠχῆσαι προσέταξεν. ἐκεῖθεν οὖν τὰς συντάξεις τῶν στρατευμάτων λαβὼν ἀπῄει ἐς τὸν Στενίμαχον. κἀντεῦθεν οὖν τὸ σύμπαν ἐνσιτίσασθαι κελεύσας στράτευμα κατευθὺ τῆς Τζεπαίνης ἐχώρει. Κατηντήκει γοῦν ἐς πόλιν ἐπικεκλημένην Βατκούνιον, ἱκανὰς ἡμέρας μεγίστῃ ἐξαρκέσαι δυναμένην εἰς ζωάρκειαν στρατιᾷ. ἐκεῖθεν οὖν ἀπεστάλκει τὸν θεῖον αὐτοῦ τὸν Λάσκαριν Μανουήλ, μοναχὸν ὄντα καὶ Μάξιμον ὀνομαζόμε νον, καὶ τὸν τοῦ ἀλλαγίου αὐτοῦ ἄρχοντα τὸν Μαργαρίτην Κωνσταντῖνον, κατοπτεῦσαι τὸν τόπον καὶ εἰ εὐχερεστέραν τὴν εἰς αὐτὸν πορείαν σχοίη τὸ στράτευμα. οἱ δὲ ἀπιόντες καὶ τὰ περὶ τοῦ τόπου κατασκοπήσαντες εὐχερῆ τὴν ἄνοδον τυγχάνειν τῷ βασιλεῖ κατήγγελλον, καὶ μάλιστα ὁ Μαργαρίτης Κωνσταντῖνος, καίτοι γε πολλῶν τῶν εἰδότων ἀντι λεγόντων. τοῖς γοῦν τούτων λόγοις πεισθεὶς ὁ βασιλεὺς μετὰ πάσης τῆς στρατιᾶς ἀνῄει. καὶ ἦν μὲν πάντῃ ἀνάν της ὁ χῶρος τὴν ἄνοδον, καὶ παγετὸς τὴν ὁδὸν πᾶσαν παχύτερός τε καὶ λεῖος βαδίσαι δυσχερεστέραν ἐποίει, συν ηρεφῆ τε καὶ λάσια δένδρα περὶ τὴν ἀκρώρειαν ἦν. ἡ μὲν οὖν στρατιὰ τὴν νύκτα πᾶσαν ἐκείνην πυρκαϊὰς ἀνάψαντες ἐθερμαίνοντο· τῶν γὰρ πλειόνων οἱ ὑπηρέται μετὰ τῶν σκηνῶν αὐτῶν οὐκ ἠδυνήθησαν τοὺς σφῶν κυρίους εὑρεῖν. ἔκλαιον δὲ μικροῦ δεῖν κλαυθμὸν ἄπαυστον, εἰ καὶ ἄλυπον· ὁ γὰρ ἐκ τῶν πυρκαϊῶν καπνὸς ὑπὸ τῆς τῶν δένδρων πυκνότητος συνεχόμενος καὶ διέξοδον εἰς ἐλεύθερον ἀέρα μὴ εὑρίσκειν δυνάμενος, κάτω ὑπενόστει καὶ τοὺς ὀφθαλ μοὺς εἰς ἄκρον ἔδακνε καὶ τῶν ὀφθαλμῶν ἐκπιέζειν κατηνάγκαζε δάκρυον. τοῦτο καὶ ὁ βασιλεὺς ἐπεπόνθει. ὡς δὲ ἡ νὺξ παρῄει καὶ ἡμέρα ἐπέλαμψεν, ἀνεπιχείρητον εἰς πολιορκίαν εἶναι τὸ ἄστυ γνωρίσας, κατιέναι προσετετάχει ἐς τὸ πεδίον τὴν στρατιάν. καὶ οἱ μὲν ἀπῄεσαν, ὁ δὲ φύ λαξ ὄπισθεν μετὰ μετρίων ἐναπελείφθη στρατιωτῶν καὶ τούτων τῶν περὶ αὐτόν τε καὶ νεωτέρων. κατόπισθεν δὲ καὶ αὐτὸς κατῄει πεζὸς ὡς καὶ οἱ λοιποί· οὐδὲ γὰρ ἦν δυ νατὸν ἱππότην βαδίσαι περὶ τὸ κάταντες τοῦ βουνοῦ.