Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Ὁ μὲν οὖν βασιλεὺς Ἀλέξιος ὁ Ἄγγελος, ὃν ἀποδρᾶσαι ὁ λόγος εἰρήκει τῆς Κωνσταντίνου, περὶ τὴν Φιλιππού πολιν ἀφικόμενος καὶ μὴ πρὸς τῶν οἰκητόρων δεχθεὶς περὶ τὴν Μοσυνούπολιν ἀφικνεῖται κἀκεῖσε τὰς διατριβὰς ἐποι εῖτο. Ἀλέξιος δὲ ὁ Δούκας, ὃς τὸν υἱὸν Ἰσαακίου ἀπέκτεινε, βουλόμενος ἐκ κήδους αὐτῷ προσαρμόσασθαι ἅμα τε τὸν τοῦ Ἰσαακίου υἱὸν πεφόνευκε καὶ ἅμα τὴν τοῦ βασιλέως Ἀλεξίου θυγατέρα Εὐδοκίαν προσηγάγετο εἰς γυναῖκα, ὑστάτην οὖσαν τῶν θυγατέρων ἐκείνου. τρεῖς γὰρ ὑπῆρχον αὐτῷ, καὶ ἡ μὲν πρώτη Εἰρήνη κατωνομάζετο, ἣν καὶ ἀνδρὶ συνέζευξεν Ἀλε ξίῳ τῷ Παλαιολόγῳ, ὃν καὶ δεσπότην τετίμηκεν· ἀλλὰ προ ῴχετο οὗτος τῆς Κωνσταντίνου ἁλώσεως. ἡ δὲ δευτέρα ἐκαλεῖτο Ἄννα, εἰς ἣν Θεόδωρον τὸν Λάσκαριν ἐπεγάμβρευσεν. ἡ δὲ τρίτη Εὐδοκία κατωνομάζετο, ἣν πρὸ καιροῦ ὁ πατὴρ αὐτῆς τῷ κράλῃ Σερβίας συνέζευξεν· ἐπί τινι δὲ πάθει, ὡς ἔφασκον, ταύτην οὗτος φωράσας ἐπὶ τὸν πατέρα πάλιν ἐκπέμπει, καὶ ἔμενεν οὕτως. ταύτην εἰλήφει ὁ εἰρημένος Δούκας Ἀλέξιος, τὴν οἰκείαν καταλιπὼν γαμετήν. ὡς γοῦν παρὰ τῶν Ἰταλῶν ἑάλω ἡ Κωνσταντίνου, ἀπέδρα καὶ οὗτος ἐκεῖθεν, ἐπιφερόμενος καὶ τὴν σύζυγον Εὐδοκίαν. μαθὼν δὲ ὡς ἐν Μοσυνουπόλει τὰς διατριβὰς ποιεῖται ὁ πενθερὸς αὐτοῦ βασιλεὺς Ἀλέξιος, θαρρούντως πρὸς αὐτὸν ἀπῄει. ὁ δὲ τοῦτον πολλῶν τε ἄλλων χάριν καὶ οὐδὲν ἧττον τῆς θυ γατρὸς ἐμυσάττετο. κηδεστίας οὖν ὑπενδὺς προσωπεῖον ὑποδέχεται τὸν Ἀλέξιον, λουτρόν τε εὐτρεπίσας ἅμα τῇ θυγατρὶ λουθῆναι τοῦτον προστέταχεν. ἐντὸς οὖν τοῦ λουτῆρος γενομένου τοῦ Ἀλεξίου ἐπεισπίπτουσιν ἀθρόον αὐτῷ οἱ τοῦ βασιλέως Ἀλεξίου ὑπηρέται κἀκεῖσε τοὺς ὀφθαλμοὺς ἐξορύττουσιν. ἔφασκον δὲ οἱ ξυντυχόντες, ὡς ἡ θυγάτηρ ἑστῶσα παρὰ τὴν θύραν τοῦ λουτροῦ τὸν πατέρα ὕβρεσιν ἔπλυνε κἀκεῖνος ταύτην τῆς ἀναιδείας καὶ τῆς ἀσελγοῦς ἀγαπήσεως ἐλοιδόρει. τυφλὸς οὖν γεγονὼς ὁ δηλωθεὶς Δούκας Ἀλέξιος περὶ τὰ τῆς Μοσυνουπόλεως ἐπλανᾶτο μέρη, ἀλήτης διερχόμενος τὰ ἐκεῖσε. ὁ δὲ βασιλεὺς Ἀλέξιος ἀπάρας ἐκεῖθεν περὶ τὰ μέρη τῆς Θεσσαλονίκης ἐχώρει. ἐπεὶ δὲ ἐξώρμησαν τῆς Κωνσταντίνου οἱ Ἰταλοὶ καὶ ἀπῆλ θον περὶ τὴν Μοσυνούπολιν, εὑρόντες ἐκεῖσε τὸν Μούρ τζουφλον Ἀλέξιον εἰς τὴν Κωνσταντίνου ἀπήγαγον· τοῦ δὲ δηλωθέντος αὐτοῦ μιάσματος ἀμυνόμενοι, ὅπερ εἰς τὸν υἱὸν Ἰσαακίου τοῦ βασιλέως εἰργάσατο, κρημνώδει θανάτῳ τοῦτον καταδικάζουσιν· εἰς γὰρ τὸν μέγιστον ἀνάξαντες κίονα, οὗ Ταῦρος ἡ κλῆσις, κάτω βάλλουσι. καὶ τοιοῦτον μὲν τὸ τέ λος αὐτοῦ, ὁ δὲ βασιλεὺς Ἀλέξιος εἰς τὴν Θεσσαλονίκην ἀφίκετο.