Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 60 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
60.1
Ἐκεῖσε γοῦν ἡμέρας διανύσας δύο καὶ λείαν τὴν κώμην πεποιηκὼς τὸ Βατκούνιον, ἐς τὴν Ἀδριανοῦ καὶ αὖθις ὑπέστρεψε κἀκεῖθεν εἰς τὸ Διδυμότειχον. αὐτόθι γοῦν εἰς ἡγεμόνας τάξας τόν τε Λάσκαριν Μανουήλ, ὃν καὶ πρωτοσεβαστὸν κατωνόμασεν, ἀνθρώπιον ἀφελέστατον καὶ κακῶς εἰδὸς στρατηγεῖν, καὶ τὸν Μαργαρίτην Κων σταντῖνον, ὃν προφθάσας ὁ λόγος ἐδήλωσεν, ἄνδρα ἀγροῖ κον καὶ ἐξ ἀγροίκων γεγενημένον, μάζῃ καὶ πιτύροις ἀνατεθραμμένον καὶ λαρυγγίζειν μόνον εἰδότα– ἐκ Νεοκάστρων δὲ οὗτος ὥρμητο, καὶ ἐτέλει τὰ πρῶτα ἐν τῇ τοῦ θέματος τουτουὶ στρατιᾷ, εἶτα καὶ τζαούσιος γέγονε. δό ξαν δὲ παρασχὼν τῷ βασιλεῖ Ἰωάννῃ ὡς ἐντρεχής ἐστι καὶ ὑπηρετεῖν ἱκανὸς ἐν τοῖς ἀνακτόροις, ἐκεῖθεν ἐκβαλὼν τζαούσιον τῆς αὐτοῦ πεποίηκε τάξεως, εἶτα αὐτῷ καὶ τὸ μέγας προσέθετο. ὁ δὲ βασιλεὺς Θεόδωρος ἄρχοντα τῆς αὐτοῦ κατωνόμακε τάξεως, οὔπω μέχρις αὐτοῦ τὸ τοιοῦτον ἔν τινι γεγονός, ὁ δὲ καὶ τὸ μέγας προσεπέγραφε τῷ ὀνό ματι– τούτους εἰς φυλακὴν τῆς χώρας εἴασε καὶ ἑτέρους ἡγεμόνας οὐκ ὀλίγους. καταλελοίπει δὲ μετ' αὐτῶν καὶ ἀξιόλογον στράτευμα, προσετετάχει δὲ αὐτοῖς μηδ' ὅλως εἰς μάχην ἐγκαταστῆναι τοῖς πολεμίοις, εἴπερ κατὰ τούτων ὁρμήσαιεν, Σκύθας προσλαβόντες εἰς συμμαχίαν· τοῦτο γὰρ ἡ φήμη προύλεγε· καὶ εἰς σκύλευσιν δὲ εἰ κινηθεῖεν τῆς χώρας, αὐτοὺς ἀτρεμεῖν, ἔκ τε τοῦ Διδυμοτείχου τὴν ἀσφά λειαν ἔχοντας– ἐχυρὸν γὰρ τὸ ἄστυ– καὶ ἐκ τοῦ ποταμοῦ Ἕβρου– μέσον γὰρ αὐτῶν στρατοπεδεύειν τούτους ἐκέλευσεν– εἰ μή που ὀλίγη τις κατὰ τῆς χώρας ἐπεισφρήσειε στρα τιά· κατὰ ταύτης γὰρ ποιήσασθαι θαρρούντως τὴν ἔφοδον. Οὑτωσὶ γοῦν ταῦτα πάντα καταρτίσας ὁ βασιλεὺς τὸν Ἑλλήσποντον διαπεραιωθεὶς περὶ τὴν Λάμψακον τὴν σκηνὴν ἔπηξε, κἀκεῖσε τοὺς αὐτοῦ ὀφφικίοις τετιμήκει καὶ ἀξιώμασι. καὶ τὸν μὲν Μουζάλωνα Γεώργιον τὸν ὑπὲρ πάντας ἄλλους τούτῳ φιλούμενον, ὄντα μέγαν δομέστι κον, πρωτοσεβαστόν τε καὶ πρωτοβεστιάριον καὶ μέγαν στρατοπεδάρχην τετίμηκε, τὸν δὲ αὐτοῦ ἀδελφὸν Ἀνδρόνι κον, πρωτοβεστιαρίτην ὄντα, μέγαν δομέστικον κατωνόμασε, τὸν δὲ Ἄγγελον Ἰωάννην, μέγαν πριμμικήριον τελοῦντα, τετίμηκε πρωτοστράτορα, ἀνδράρια μηδενὸς ἢ τριῶν ὀβολῶν ἄξια, παιδιαῖς ἀνατεθραμμένα καὶ κυμβάλων μέλεσί τε καὶ ᾄσμασι, πρὸς οὓς τὸ Ὁμηρικὸν εὐστόχως ἂν ἀπετόξευσε· «ψεῦσταί τ' ὀρχησταί τε χοροτυπίῃσιν ἄριστοι,» πρωτοβεστιαρίτην δὲ τὸν Καρυανίτην πεποίηκε. ταύταις ταῖς παιδιαῖς συμπέπλεγμαι καὶ αὐτός, ἄκων νὴ τὴν Θέμιν καὶ ὡς οὐκ ἐχρῆν βιασθείς, καὶ συνεφάνην τοῖς παίζουσι δυστυχέστερον παίγνιον. ἠλλοίωσε γὰρ ὁ κρατῶν κἀμοὶ τοὔνομα, καὶ οὐκ εἴασεν ἀσυνάπτως Ἀκροπολίτην κατονομάζεσθαι. ἀλλὰ ταῦτα μὲν παρῆλθε, διεξῄει δὲ τὰ περὶ τούτων ὁ τῆς ἱστο ρίας λόγος, ἵνα τὰ μετὰ ταῦτα σαφέστερον ἀπαγγείλῃ. ἐν τῇ Λαμψάκῳ γοῦν μικρὸν διὰ ταῦτα προσκαρτερήσας ὁ αὐτοκράτωρ, καὶ τὰς τοῦ Χριστοῦ πανηγύρεις τῆς τε γέν νας καὶ τῶν φώτων ἀποπληρώσας, διὰ μετρίων πάνυ τῶν ἡμερῶν ἐπεφθάκει τὸ Νύμφαιον.

Intertext edge

Open linked passage

Note