Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 61 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
61.1
Ἐκεῖσε γοῦν παραχειμάσας, ἐπεὶ τὸ ἔαρ ἐπέλαμψε, πολλὴν συλλεξάμενος στρατιάν– οὐ γὰρ μόνους τοὺς τε ταγμένους ὁπηδεῖν προσέταττεν, ἀλλὰ καὶ τοὺς μηδ' ὅλως ἐν τάξει ποτὲ τελοῦντας τῆς στρατιᾶς· αὐτίκα γὰρ τοὺς ἐξυπηρετοῦντας τοῖς βασιλεῦσιν ἐν θήραις ταῖς τε τῶν θηρῶν ἄγραις, ἐλάφων τε καὶ χοίρων, καὶ τοὺς δι' ἱερά κων θηρεύοντας, πάντας ἁπαξαπλῶς στρατιωτικοῖς συντέ ταχε τάγμασι. καὶ ἦν τὸ συνηγμένον πλῆθος πολύ, καὶ ἡ τοῦ κρατοῦντος δὲ ἀρχὴ ἠνάγκαζε τοὺς πλείους τῶν εἰω θότων φέρειν τι περιττότερον. οὕτω γοῦν πᾶσαν συναγη οχήκει τὴν στρατιάν. ὡς δὲ καὶ τὸν περσάρχην μὴ πράγ ματα ἔχειν παρὰ τῶν Ταχαρίων πρεσβείαν ἐξαποστείλας ἐμεμαθήκει, κατευθὺ πρὸς τὴν δυσμὴν ἐκ τῆς ἕω χωρεῖ· καλῶς γὰρ ἔχειν τὸν περσάρχην τῶν ἐκείνου πραγμάτων οἰόμενος καὶ ἀσφαλῶς μένειν, οὐδ' ὅλως περὶ τῇ ἑαυτοῦ κατὰ τὴν ἕω ἐδεδίει ἀρχῇ. τὴν πᾶσαν γοῦν συνηθροικὼς στρατιὰν μείζονα τῶν ποτὲ παρά τε πατρὸς αὐτοῦ βασιλέως καὶ τούτου συνειλεγμένων εἰς τὸ διαπεραιωθῆναι τὸν Ἑλλήσποντον, ἀφίκετο εἰς τὴν Λάμψακον, ἐλπίσας καὶ τοὺς κατὰ τὸ Διδυμότειχον καταλελειμμένους σώους τε εὑρεῖν κατὰ τὰ προστεταγμένα τούτοις καὶ οὐ σμικρὰν προσθήκην τῇ ἀμφ' αὐτὸν στρατιᾷ ἐμποιήσασθαι. τοὺς δὲ κακοβουλία καὶ τὸ παρακοῦσαι τῆς βασιλικῆς κελεύσεως ἔσφηλεν. Ἐπεὶ γὰρ ὁ τῶν Βουλγάρων ἄρχων μακρότερον διάγειν τὸν βασιλέα ἐγίνωσκε, Σκυθικὸν στράτευμα εἰς σφετέραν συμμαχίαν προσκαλεσάμενος κατὰ τῶν τῆς Μακεδονίας χώρων ἐκπέπομφε κέρδους τε χάριν καὶ τῆς πρὸς Ῥωμαίους τινὸς ἐκφοβήσεως. ἠρίθμηντο δὲ περί που τὰς τέσσαρας χιλι άδας, ὡς οἱ εἰδότες ἔφασκον Σκύθαι· τινὲς μὲν οὖν καὶ πλείους, οἱ δὲ καὶ ἐλάττους ἔλεγον. οἱ μὲν οὖν Σκύθαι τὴν Ἀδριανοῦ παραμείψαντες τὰ περὶ τὸν ποταμὸν οὗ Ῥηγίνα τοὔνομα λείαν ἐποιοῦντο καὶ τὰ πέριξ τοῦ Διδυ μοτείχου χωρία ἐσκύλευον. οἱ δὲ προλελεγμένοι στρατάρχαι τοῦ εἰς τὸ Διδυμότειχον καταλελειμμένου στρατεύματος, τῶν βασιλικῶν ἐπιλελησμένοι προστάξεων, καθοπλισθέντες κατὰ τῶν Σκυθῶν ἐφώρμησαν. οἱ μὲν οὖν Ῥωμαῖοι, οἷα ἔθος αὐτοῖς, δυσαχθέσιν ὅπλοις κατάφρακτοι ἦσαν, οἱ δὲ Σκύ θαι κοῦφοι ὁπλῖται καὶ τόξοις χρώμενοι. μακρόθεν οὖν οὗτοι τοῖς βέλεσι τοὺς Ῥωμαίους ἔβαλλον καὶ τοὺς ἵππους ἐτίτρωσκον καὶ πεζοὺς τοὺς ἱππότας ῥᾳδίως ἐποίουν καὶ τέλος τρέπουσιν. ὁ μὲν οὖν Λάσκαρις Μανουὴλ ταχύτατον ἔχων τὸν ἵππον, ὃν καὶ Χρυσοπόδην ἐκάλεσε, φυγὰς εἰς τὴν Ἀδριανοῦ ᾤχετο· ὁ δὲ Μαργαρίτης Κωνσταντῖνος ἑάλω καὶ ἄλλοι πολλοὶ μετ' αὐτοῦ τῶν εἰς κεφαλὰς τεταγμένων τῆς στρατιᾶς, οὓς καὶ ἀπημπόλησαν τοῖς Βουλγάροις οἱ Σκύθαι. ὁ μὲν οὖν βασιλεὺς τὰ περὶ τούτου μαθὼν ἠνι άθη, ἔσπευδε δὲ διὰ τάχους περὶ τὸν τοῦ Βουλγαροφύγου χῶρον ἐλθεῖν, καὶ ἐπιτείνας τὸν δρόμον ὀξυτέραν ἐποίει τὴν κίνησιν. ἐπεὶ δὲ καὶ οἱ πευστῆρες ἔφασκον ἐγγὺς τυγ χάνειν τὸ Σκυθικὸν στράτευμα, ἔνθα ἂν αὐτοὺς περιπολεῖν ἔλεγον, ἐκεῖσε καὶ πᾶσαν ἐκίνει τὴν στρατιάν. καὶ ἡμέρας μὲν μιᾶς πλείους τῶν τετρακοσίων διεξήει σταδίων σταθ μούς, οὐκ ἐνέκυρσε δὲ τούτοις· ἐμεμαθήκεσαν γὰρ καὶ οὗτοι τὴν ταχεῖαν τοῦ βασιλέως ἔφοδον, καὶ ὡς εἶχον ποδῶν ἔφυγον, καὶ πλείους δὲ αὐτῶν καὶ περιφανέστεροι τοῦ ἔθνους περί που τὰ μέρη τῆς Βιζύης ξίφους ἔργον ἐγένοντο. ἀποτυχὼν γοῦν τῆς ἐγχειρήσεως ταύτης ὁ βασι λεὺς περὶ τὸν ποταμὸν ὃς Ῥηγίνα καλεῖται τὴν σκηνὴν ἔπηξε, καὶ πᾶσαν ἐκεῖσε συνῆξε τὴν στρατιὰν εἰς πλῆθος οὖσαν πολύ.

Intertext edge

Open linked passage

Note