Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 62 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
62.1
Ὁ μὲν οὖν τῶν Βουλγάρων ἄρχων, ἐπειδὴ μὴ διαπράξασθαί τι κατὰ Ῥωμαίων ἐδεδύνητο, τοῦ βασιλέως ἐπιδεδημηκότος μετὰ τοσούτων στρατευμάτων ἐν τῇ δυσμῇ καὶ πεπλησιακότος τῇ ἑαυτοῦ, εἰς σπονδὰς ἐτράπετο, καὶ τὸν πενθερὸν αὐτοῦ τὸν Ῥῶσον Οὖρον, τοῦ ῥηγὸς Οὐγ γρίας ἐπὶ θυγατρὶ τελοῦντα γαμβρόν, μεσιτεῦσαι τὰ εἰς εἰρήνην βεβούλευται. καὶ πρῶτα μὲν ἔστειλε πρέσβεις πρὸς τὸν βασιλέα προοικονομήσοντας τὴν εἰς αὐτὸν τοῦ Οὔρου ἄφιξιν ἔξω πτοίας τε εἶναι καὶ ἐντίμως πρὸς τοῦ βασιλέως δεχθῆναι. καὶ γέγονε ταῦτα, καὶ ὁ Οὖρος εἰς τὸν βασιλέα ἀφίκετο. ἐδέχθη οὖν παρὰ τοῦ αὐτοκράτορος ἀσμένως τε καὶ μετὰ τῆς προσηκούσης φιλοτιμήσεως καὶ οὗτός τε καὶ οἱ μετ' αὐτοῦ, καὶ τὴν εἰρήνην πεποίηκεν ἐπομοσάμενος δικαίῳ τε αὐτοῦ καὶ τοῦ γαμβροῦ αὐτοῦ τοῦ τῶν Βουλ γάρων ἄρχοντος, ἀπολυθῆναι μὲν πρὸς τὸν βασιλέα τὸ τῆς Τζεπαίνης ἄστυ– τοῦτο γὰρ καὶ μόνον παρὰ τῶν Βουλγάρων κατείχετο ἀφ' ὧν ὁ βασιλεὺς Ἰωάννης ἐκράτει– εἰρήνην τε πρὸς Βουλγάρους ἔχειν τὸν βασιλέα, καὶ ἑκάτερα τὰ μέρη τοῖς παλαιτέροις ὁρίοις ἀρκεῖσθαι. ἐπεὶ γοῦν οὑτωσὶ ταυτὶ κατὰ γνώμην τετέλεσται τῷ κρατοῦντι, ὁ μὲν Οὖρος τοὺς τῆς ἀποχωρήσεως εἰπὼν λόγους ἐξῄει βασιλικῶν χαρισμάτων τυχών· τὰ δ' ἦσαν εἰς εἴκοσι χιλι άδας ἀπαριθμούμενα ἁπάντων συνεισαγομένων εἰδῶν ἵππων τε καὶ ὑφασμάτων καὶ λοιπῶν· ὁ δὲ βασιλεὺς διεκαρτέρει ἐν τῷ τῆς Ῥηγίνης τόπῳ, τὴν τῆς Τζεπαίνης περιμένων ἀπόλυσιν.

Intertext edge

Open linked passage

Note