Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
63.1
Συμβέβηκε δέ τι ἐν τούτοις τῷ τότε πρᾶγμα θαυ μάσιον, μνήμης καὶ ἱστορίας ἄξιον. ἡμέρα ἦν τῶν ἐπι φανῶν τε καὶ ἑορτασίμων, καθ' ἣν τὴν Χριστοῦ μεταμόρ φωσιν οἱ εὐσεβεῖς ἑορτάζομεν· καὶ ἐπεὶ ἔδει καὶ ἀμφὶ τὴν ἱερὰν μυσταγωγίαν, ὡς τὸ εἰωθός, παρεῖναι τὸν βασιλέα, εἰς ἀργίαν ὁ τοῦ ἀρίστου παρετάθη καιρός. ἠριστήσαμεν οὖν καὶ αὐτοί, καὶ μικρόν τι καθευδήσαντες ἀνηγέρθημεν· ἤδη δὲ ὁ ἥλιος τῷ ὁρίζοντι προσήγγισε τῆς δυσμῆς. ἔθος δὲ ὑπῆρχε τῷ βασιλεῖ περὶ δείλην ἑσπέραν ἐποχεῖσθαι καὶ σύμπαν διέρχεσθαι τὸ στρατόπεδον, καὶ ἀμφὶ τὸ τούτου τέρμα εἰς τόπον ἀγχώμαλόν πως τελοῦντα καὶ μικρὸν ὑπερ ανεστηκότα τῆς πεδιάδος ἀνέρχεσθαι καὶ τὴν ὅλην καθορᾶν στρατιάν, ἣν καὶ πόλιν κινουμένην ὠνόμαζε, πάσας τὰς Ῥωμαϊκὰς ἄλλας πόλεις φυλάττουσαν. τοῦτο δὲ οὕτως ἐποίει διηνεκῶς, καὶ ὁ φωσφόρος δὲ εἴπερ τὸν δυτικὸν εἰσδῦναι ὁρίζοντα ἔμελλεν, οὐ κατώκνει τοῦτο ἐργάσασθαι. τὸ δὲ τοῦ στρατοπέδου διάστημα ἀμφί που τὰ τεσσαράκοντα στάδια ἦν, εἰ μή γε καὶ πρός. ἔγωγε οὖν οὐκ ἀγαθῇ τύχῃ τότε χρησάμενος ὁ φιλοβασιλεύς τε καὶ μάταιος, πε πυσμένος ἱππότην εἶναι τὸν βασιλέα, τῆς ἡμιόνου ὡς εἶχον τάχους ἐπιβὰς δρομαῖος ἐφειπόμην αὐτῷ, οὐ τὸ τῆς ὥρας ἄωρον κατοπτεύσας, ὅπερ ἔδει. ἐφ' ἵππου δὲ ὁ βασιλεὺς ἐπιβὰς ταχύτερον ἐπορεύετο, ὡς δὲ εἶδέ με κατόπιν αὐτοῦ μὴ δυνάμενον ἐκείνῳ συνέπεσθαι, ὑπολαβὼν μή πως μα κρύνας οὐχ ἕψομαι, εἰρήκει μοι· «μηδ' ὅλως ἀπολειφθῇς, ἀλλὰ καὶ σχολαιότερον ἔρχου.» Ἀπῄει γοῦν εἰς τὸν συνήθη τόπον, καὶ σὺν αὐτῷ οἱ ἀμφ' αὐτὸν λογάδες συνέστησαν, καὶ αὐτὸς σφίσι ξυνῆλθον ἑπόμενος, καὶ περιέστημεν κατὰ κύκλον πάντες. καὶ ὁ βασιλεὺς «μεμαθήκατε» φησι «τῶν προσφάτως ἀπηγγελμένων ἡμῖν;» καὶ ἡμεῖς «οὔκουν, ὦ βασιλεῦ.» καὶ ὁ βασιλεύς· «ἄνθρωπός τις πρό τινος βραχείας ὥρας ἐλθὼν ἀπήγ γειλέ τι τῶν ἀβουλήτων. τὸ δ' ἦν, ὡς ὁ Ῥῶσος Οὖρος ἡμᾶς ἐξηπάτηκε· χάριν γὰρ κέρδους ἐνταυθοῖ ἀφιγμένος τὴν μεσιτείαν τῆς εἰρήνης ἐψεύσατο καὶ ἐπίορκον ὤμοσε. φενάκη γοῦν ὑπῆρχε τὰ πάντα ἐκείνῳ ὅσα πεποίηκε, καὶ ἀπολογίαν εὐάφορμον ἔχει, ὥς φασι, πρὸς τὴν τῶν ὅρκων διάλυσιν, ὅτιπερ ὁ τῶν Βουλγάρων ἄρχων ὁ τούτου γαμβρὸς τὴν ἐπὶ συμφωνίαις τοιαύταις εἰρήνην οὐ καταδέχεται. τί οὖν ὑμῖν δοκεῖ; ἆρ' ἀληθές ἐστι τοῦτο ἢ ῥῆμα πεπλασμέ νον πρὸς ψευδολόγου;» καὶ ἡμεῖς· «οὐδ' ὅλως δοκεῖ πως» ἔφημεν «ἀληθείας τὸν λόγον ἔχεσθαι· πάνυ γὰρ τυγχάνει οὗτος ψευδὴς καὶ ἀβέβαιος, ὅτιπερ ὁ Ῥῶσος Οὖρος οὐ μόνον ὑπὲρ ἑαυτοῦ ἀλλὰ καὶ ὑπὲρ τοῦ γαμβροῦ αὐτοῦ τοῦ τῶν Βουλγάρων ἄρχοντος ἐπωμόσατο. πῶς οὖν ἐστὶ πεφυ κὸς ἄνθρωπον ὄντα Χριστιανὸν ἐπιορκίᾳ τοιαύτῃ περιπε σεῖν;» καὶ ὁ βασιλεύς· «ἡ τῶν χρημάτων ἴσως ἐπιθυμία παρέπεισεν ἂν αὐτὸν εἰς τοιαύτην ἐξολισθῆσαι κακίαν, καὶ ἡμεῖς οὐ μόνον τὴν τῶν Βουλγάρων ἀγάπην οὐκ ἔχομεν, ἀλλὰ καὶ τοσαῦτα ἐπὶ κενῆς καταναλώκαμεν χρήματα.» «οὐμενοῦν» ἡμεῖς ἔφημεν «ἀληθὲς τουτὶ καθέστηκε, βασιλεῦ.» καὶ ὁ βασιλεὺς ἰδίᾳ καὶ πρὸς ἐμέ· «σὺ δὲ τί φάσκεις πρὸς ταῦτα;» καὶ αὐτός· «οὑτωσί πως ἐν τούτοις ὡς καὶ οἱ ἄλλοι διάκειμαι, καὶ ἐπὶ πολὺ μᾶλλον ψεύδεσθαι τὸ λελεγμένον ἢ ἀληθεύειν οἴομαι. εἰ δέ, οἷα συμβαίνει ποτὲ καὶ ἐν ἐνίοις, καὶ ὁ Οὖρος οὑτοσὶ τοὺς ὅρκους ἠθετηκέναι βεβούληται, δόξας ἡμᾶς ἐξηπατηκέναι, ἀλλ' ἕξει μὲν οὗτος τὸ θεῖον καθ' ἑαυτοῦ πολέμιον, ἡμεῖς δὲ ὑπὲρ ἑαυτῶν τῆς ἀληθείας καὶ τοῦ δικαίου ὑπερμαχόμενον.» ταῦτ' εἴπομεν, καὶ ὁ βασιλεὺς τοῖς λελεγμένοις συνῄνεσε, καὶ ὑποστρέφειν πρὸς τὰς σκηνὰς ἐφωρμήκαμεν· νὺξ γὰρ ἤδη, ἀλλ' ἡ σελήνη πανσέληνος οὖσα φῶς ἡμῖν παρεῖχεν ὁρᾶν. Καὶ ὁ βασιλεὺς διερχόμενος «τί ὑμῖν δοκεῖ περὶ τῶν λελεγ μένων;» αὖθις ἠρώτα. καὶ ἡμεῖς «ψευδὲς τοῦτο, ὦ βασιλεῦ.» τοῦτο δὲ οὐχ ἅπαξ οὐδὲ δὶς ἢ καὶ τρίς, ἀλλὰ καὶ πολλάκις πυθόμενος ἦν, οἷα ἐκεῖνος μικρόψυχος ἐν τοιαύταις ὢν περιστάσεσι. καὶ ἡμεῖς τὰς ἀποκρίσεις ἐξ ἴσου πρὸς τὰς πεύ σεις πεποιηκότες ἐσιωπῶμεν. ὁ δὲ καὶ πάλιν ἠρώτα. ἐπεὶ δὲ τοὺς ἄλλους σιγῶντας ἑώρα, πρὸς μὲ τὸν λόγον ἀπο στρέψας ἠρώτηκε· «σὺ δὲ τί φῂς πρὸς ταῦτα;» τὴν τοῦ ὀφφικίον κλῆσιν προσθείς· «ἡ τοιαύτη γὰρ ὑπόθεσις σοὶ ἁρμόττει καὶ ὡς σὴ καθέστηκε μάλιστα.» ταυτὶ δὲ ἔλεγε πρόφασιν ὀργῆς ζητῶν ἐφευρεῖν. ἦν δ' ἐγώ· «τίνος χάριν ἐστὶν ἐμή; εἰ γὰρ μὴ καλῶς πεποίηκα τὰς γραφὰς καὶ τοὺς ὅρκους τετέλεκα μηδὲ προσηκόντως αὐτόν τε καὶ τοὺς ἀμφ' αὐτὸν ᾠκονόμηκα, σφάλμα τοῦτο ἐμὸν καὶ πταῖσμα μακρόν· εἰ δὲ πρεπόντως ταῦτα γεγένηται καὶ ὡς οὐκ ἄλλως ἐχρῆν, τί πρὸς ἐμὲ τὰ παρ' ἐκείνου πρὸς ἀνατροπὴν τῶν γεγενημένων τελούμενα;» καὶ ὁ βασιλεὺς– οὐκ οἶδ' ὅπως· τὴν γὰρ αἰτίαν εἰρήκειν– πάλιν λέγει· «τί φῂς περὶ τῶν τοιούτων;» καὶ αὐ τός· «πολλάκις εἰρήκειν, ὦ βασιλεῦ, ὡς ἐπὶ πλέον μοι δοκεῖ τὸ εἰρημένον ψευδές, ἐπ' ἔλαττον δὲ ἀληθές· τὸ δὲ ἐπὶ τοῖς ἀδήλοις ἀκριβῶς ἀποφαίνεσθαι οὔ μοι δοκεῖ ῥᾷον εἶναι.» ἦ δ' ἐκεῖνος· «ἐν τοῖς ἀδήλοις ἐστὶ χάρις βεβαίως καὶ ἀκριβῶς ἀποφαίνεσθαι· ἐπὶ γὰρ τοῖς δήλοις καὶ οἱ ἀείδαροι λέγου σιν.» ἦν δὲ ἐγώ· «ἰδοὺ μετὰ τῶν ἀειδάρων καὶ ἡμεῖς συν τετάγμεθα.» καὶ ὁ βασιλεὺς χόλου πλησθείς· «σὺ πάντοτε ἦσθα» ἔφη «μωρὸς καὶ ἀρτίως πάλιν μωρός.» καὶ αὐτὸς οὐδέν τι πλέον μὰ τοὺς λόγους ἀνταπεκρίθην ἀλλ' ἤ· «ἐγὼ μέν εἰμι μωρὸς καὶ ἵνα σιωπῶ, οἱ δὲ φρονοῦντες λαλείτωσαν.» Ταῦτ' εἶπον, καὶ ὀργῆς ὁ βασιλεὺς ἀπλέτου καὶ μα νίας πλησθεὶς καὶ οἷον ἐκβακχευθεὶς τῷ θυμῷ ἑλκύσαι μὲν ὥρμησε τὴν σπάθην τοῦ κουλεοῦ, τῆς κώπης ἐπιλα βόμενος. ἀλλὰ τοῦτο μὲν κατέσχε· μικρὸν γὰρ ταύτην ἀπογυμνώσας πάλιν εἰσῆξε· τῷ μεγάλῳ δὲ δομεστίκῳ αὐ τοῦ τῷ Μουζάλωνι Ἀνδρονίκῳ καταβαλεῖν με τοῦ ἵππου προσέταξε. καὶ ὃς ἐβούλετο μέν, οὐκ ἠδύνατο δέ· λεπτὸν γὰρ εἶχε καὶ ἀδρανὲς τὸ σωμάτιον. ἠρέμα δέ πως ἔφη· «ἔκστηθι τῆς ἐφεστρίδος.» καὶ αὐτὸς ἀπέβην τῆς ἡμιόνου. ὁ δὲ χρηστότατος περὶ ἡμᾶς βασιλεὺς τοὺς πολλὰ πρὸς τοῦ πατρὸς αὐτοῦ δι' αὐτὸν πεπονθότας, ὃς ἐν πολλῷ πλήθει καὶ πολλάκις διαπρυσίῳ ἔλεξε τῇ φωνῇ ὡς «πολλῶν μοι αἴτιος ἀγαθῶν οὑτοσὶ ὁ ἄνθρωπος γέγονε»– περὶ τῆς λογικῆς φάσκων παιδείας–» καὶ πολλῶν ὀφειλέτης τούτῳ τυγχάνω,» ὁ τὴν κλῆσίν μοι προθέμενος ἐν πολλοῖς καὶ γλυκὺ ταύτην κατονομάζων καὶ πρᾶγμα καὶ ὄνομα, δυοῖν κορυνοφόροιν προσέταξε τύπτειν με, χθιζὰ καὶ πρὸ τρίτης τούτους χειροτονήσας, ὡς εἴκοσι τέσσαρας πάντας τὸν ἀριθ μόν, οὐκ οἶδα εἰ μὴ δι' ἐμέ, ἵν' εἴη καὶ σκηνὴ τοῦ δρά ματος εἰς τραγῳδίαν ἀξίαν μεμορφωμένη. καὶ οἱ μὲν ἔτυπτον, ἐγὼ δὲ σιγῇ τὰς τύψεις ἐλάμβανον. ὃ καὶ μᾶλ λον τοῦτον ἐξέμαινεν, ὅτι μηδ' ὅλως πρὸς διήσεις κάμπτο μαι καὶ πληττόμενος. ἐπεὶ δὲ πολλὰς κατὰ παντὸς ἐδε ξάμην τοῦ σώματος, μόγις ἰσχνῇ καὶ ἠρεμαίᾳ φωνῇ «ὦ Χριστὲ βασιλεῦ,» ἔφην, «πόσας νενόσηκα νόσους, καὶ διὰ τί ἐν οὐδεμιᾷ τούτων κατέλυσα τὴν ζωήν, ἀλλ' ἐν τοιού τοις με καιροῖς ἐταμίευες;» ταῦτ' εἶπον, καὶ ὁ βασιλεὺς οἷον αἰδεσθεὶς ἀπηλλάγη, ἑνὶ τῶν ἀκολούθων αὐτοῦ εἰρη κώς· «λάβε τοῦτον αὐτός.» καὶ ὃς ἔφιππόν με λαβὼν ἠρώτα, ποῦ ἂν καὶ ἀπέλθοιμεν, ἐγὼ δέ· «ὅπου ἂν αὐτὸς βούλει, ἐφέπομαι.» καὶ πάλιν οὗτος διὰ τῶν ἐρωτήσεων κατηνάγκαζε· τότε γοῦν καὶ αὐτὸς πρὸς τοῦτον ἀντέφην ὡς «δεῖ ἡμᾶς τὴν πρὸς τοὺς Βαρδαρειώτας βαδίσαι· τοῦτο γάρ μοι δοκεῖ καὶ μᾶλλον συμφέρον σοι.» καὶ γέγονεν οὕτως, καὶ ἐς τῶν Βαρδαρειωτῶν ἀπῄειμεν τὰς σκηνάς. ἰδὼν δέ με ὁ αὐτῶν πριμμικήριος θαυμάσας ἠρώτα, τί ἂν βουλόμενος περὶ τὴν αὐτοῦ σκηνὴν ἀφικόμην· καὶ ἔγωγε «μικρᾶς» ἔφην «ἀναπαύσεως χάριν.» βραχὺ γοῦν τι προσ εκαρτέρησα τοῖς ἐκεῖσε· ἤδη γὰρ καὶ ὁ πριμμικήριος ἐμε μαθήκει τὰ κατ' ἐμέ. ὁ δὲ βασιλεὺς οὐδ' εἰς πολὺ μελλήσας διεμηνύσατο εἰς τὴν σκηνὴν ἀφικέσθαι με. δεδιὼς δὲ μή πως τῇ λύπῃ κατασχεθεὶς φυγῇ χρήσωμαι, προσέταξε μοῖ ράν τινα στρατιωτικὴν περιστοιχίσαι μου τὴν σκηνὴν καὶ λεληθότως φυλάττειν με. Ἐγὼ μὲν οὖν εἰς τὴν οἰκείαν ἀφιγμένος σκηνὴν ἡσύχως ἐν αὐτῇ τὸν καιρὸν διεβίβαζον, οὐκ ἐν ἀνακτόροις βαδίζων οὐδέ τινι τῶν συνήθων καὶ ἐπιτηδείων προσομιλῶν, ἀλλ' ἢ ταῖς βίβλοις προσανέχων καὶ ἀναγνώσει χρώμενος καὶ τροφῆς μεταλαμβάνων κατὰ καιρόν. ἱκαναὶ γοῦν ἡμέραι οὑτωσί πώς μου ἔχοντος παρῳχήκεσαν, καὶ ὁ βασιλεὺς ἠγανάκτει τὸ σκληρόν μου καθορῶν τοῦ φρονήματος. παρῄει γοῦν ὅλος ὁ Αὔγουστος, καὶ οὐδ' ὅλως ἐνδοῦναι εἶχον τῆς ἧς ἔστερξα γνώμης μικρόν. πολλοὶ γοῦν τῶν ἀρχιερέων ἀφίκοντο πρὸς ἐμέ, βασιλικῇ μέν, ὡς ἠπιστάμην, τῇ προσταγῇ, εἰ καὶ ἐκεῖ νοι λανθάνειν ἤθελον, οἴκοθεν λέγοντες ἀφικέσθαι πρὸς ἐμὲ φιλίας χάριν καὶ χρηστῆς διαθέσεως· πολλά τε λέγοντες τὸ ἀπόκροτον καταλιπεῖν με τῆς γνώμης καὶ τῷ βασιλεῖ ξυνελ θεῖν καὶ αὖθις αὐτῷ πρὸς τὸν τῆς δουλείας συνελαθῆναι ζυγόν, οὐχ εὕρισκον ὅλως πειθήνιον· ἔφασκον γὰρ ὡς «εἴπερ μοι τὰ χρηστότατα ὁ βασιλεὺς ἐπιδείξαιτο, ὁποῖα οὐδεὶς ἄλλος τῶν βεβασιλευκότων ἐπί τινι τῶν ὑπηρετη σάντων αὐτῷ ἐπιδέδειχεν, ἢ τὰ χείρω καὶ κάκιστα ἐν ἐμοὶ κατεργάσαιτο, οἷα οὐδεὶς ἄλλος τῶν ἐπὶ κακίᾳ περιβοήτων ἐν οὐδενὶ τῶν ἁπάντων πεποίηκεν, οὔθ' οὕτως οὔτ' ἐκεί νως τῷ βασιλεῖ κατά τι δουλεύσαιμι.» ἐγὼ μὲν οὖν οὕτως εἶχον γνώμης καὶ ἀμεταθέτου σκοποῦ. Ἐπεὶ δὲ καὶ ὁ Σεπτέβριος ἐφεστήκει μὴν καὶ ἡ τοῦ δεσπότου Μιχαὴλ σύζυγος Θεοδώρα παρὰ τὸν βασιλέα ἀφί κετο μετὰ τοῦ υἱοῦ αὐτῆς Νικηφόρου, τὸ πρὸς τὸν βασιλέα κῆδος ἀποπληρώσοντες, ὅπερ ὁ βασιλεὺς Ἰωάννης ὁ τοῦ βασι λεύοντος πατὴρ πρὸ χρόνων τινῶν συμπεφώνηκεν, ὁ μὲν βασιλεὺς ἔσπευδε τὴν Θεσσαλονίκην καταλαβεῖν, ἔνθα καὶ τοὺς γάμους ποιῆσαι βεβούληται. καὶ δήπερ ἀπάρας ἐξ οὗ περ ἔκειτο τόπου τῆς εἰς τὴν Θεσσαλονίκην φερούσης ἥπτετο· καθ' ὁδὸν δὲ μετὰ τῆς τοῦ δεσπότου συζύγου τὰς συμβιβά σεις ἐποίει. ἡ μὲν οὖν τοῦ δεσπότου σύζυγος Θεοδώρα καὶ ἄκουσα τοῖς τοῦ βασιλέως λόγοις συνήρχετο· ἐντὸς γὰρ τῶν ἐκείνου χειρῶν οὖσα καὶ μικροῦ δεῖν ὡς ἐν εἱρκτῇ τυγχά νουσα οὐκ εἶχέ τι ἄλλο δρᾶσαι. συμπεφώνηκε γοῦν δοῦναι πρὸς τὸν βασιλέα τὸ κάστρον τὰ Σέρβια καὶ σὺν αὐτῷ καὶ τὸ Δυρράχιον. ἐπὶ τούτοις καὶ ὅρκοι ἐγγράφως προέ βησαν καὶ ἀπεστάλησαν πρὸς τὸν δεσπότην Μιχαήλ. ὁ δέ, ὅ φησιν ὁ ποίησις, ἑκὼν ἀέκοντί γε θυμῷ τοῖς ὀμωμοσμέ νοις συνῆλθεν· ηὔχετο γὰρ ἐλευθερωθῆναι καὶ παρ' αὐ τὸν γενέσθαι καὶ τὸν υἱὸν καὶ τὴν σύζυγον. Ἐν τοῖς τοιούτοις τῶν λόγων ὁ βασιλεὺς κἀμὲ τῆς ἧς εἶχον ἐκμοχλεύσας στερρότητος ἐχειρώσατο. ἐξαποστείλας γὰρ τὸν πρὸς πάππου αὐτοῦ θεῖον τὸν Λάσκαριν Μανουὴλ καὶ τὸν πρωτοβεστιάριον αὐτοῦ τὸν Μουζάλωνα Γεώργιον ἱλα ροῖς καὶ ἁπλοῖς τισιν ἐχρήσατο λόγοις, καί με εἷλε, καὶ πρὸς αὐτὸν οἱ ἀποσταλέντες ἀπήγαγον. καὶ γοῦν προσιὼν τῷ βασιλεῖ καὶ ὡς ἔθος κλίνας τὴν κεφαλὴν μακρότερον ἔστην. καὶ ὁ βασιλεύς· «οὐκ οἶδας ὅπῃ εἰώθεις ἵστασθαι; τὸν τόπον σου γινώσκεις, καὶ πρόσιθι.» τῇ προσταγῇ γοῦν ὑπείξας τοῦ βασιλέως ἀπελθὼν ἔστην ἐκ πλαγίου αὐτοῦ καθώσπερ εἶχον καὶ ἔθος. τότε γοῦν μοι ὁ βασιλεὺς τὰς τοῦ δεσπό του Μιχαὴλ ὑποθέσεις πάσας ἀνεκοινώσατο καὶ ἐξ ἀρχῆς ὅπως προέβησαν διηγήσατο. ταῦτα μὲν οὖν ἐν τοῖς τοῦ Λαγκαδᾶ– τόπος δέ ἐστιν οὗτος ἐγγύς που τυγχάνων τῆς Θεσσαλονίκης– ἐγένετο.