Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 64 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
64.1
Ἐπεὶ δὲ ὁ βασιλεὺς τὴν Θεσσαλονίκην κατείληφε, τοὺς ἐπὶ τῇ θυγατρὶ Μαρίᾳ γάμους μετὰ τοῦ υἱοῦ τοῦ δεσπότου Μιχαὴλ Νικηφόρου, ὃν καὶ δεσπότην τετίμηκεν, ἐκπεπλήρωκεν. Ἐν τούτοις δὲ ὄντος τοῦ βασιλέως γραφή τις πρὸς αὐτὸν ἐξεπέμφθη παρὰ τῶν ἐν τοῖς Βιθυνίας μέρεσιν ὄντων καὶ εἰς φυλακὴν εἶναι τοῦ τόπου προστεταγμέ νων, ὡς ὁ Μιχαὴλ Κομνηνὸς ὁ Παλαιολόγος, ὃν καὶ μέγαν κονοστάβλον πρὸς τοῦ βασιλέως Ἰωάννου ὁ λόγος φθάσας τετιμῆσθαι δεδήλωκε καὶ τὴν τῆς ἁπάσης ταύτης χώρας ἡγεμονίαν ἐμπεπιστεῦσθαι, φυγὰς ᾤχετο καὶ περὶ τὸν τῶν Μουσουλμάνων ἀπῄει χῶρον. ἐταράχθη γοῦν ἐπὶ τούτοις ὁ βασιλεὺς οὐ μικρῶς, καί με προσκαλεσάμενος «ἔγνως,» ἔφη, «τί γέγονε καὶ αὐτός;» «οὐδαμῶς» ἔφην, «ὦ βασιλεῦ· τί δέ ἐστι τὸ προσφάτως γεγενημένον;» ὁ δέ φησιν· «ὁ μέγας κονοστάβλος ἀπέδρα καὶ περὶ τὰ τῶν Μουσουλ μάνων κεχώρηκε. τί γοῦν ἄρα περὶ τοῦ τοιούτου διανοῇ; μῶν πρὸς Μουσουλμάνων προσλαβόμενος στράτευμα καθ' ἡμετέρας χωρήσει χώρας;» «οὐδαμῶς μοι δοκεῖ τοιοῦτον, ὦ βασιλεῦ,» ἔφην, «αὐτὸν διαπράξασθαι· τὴν γὰρ γνώμην τοῦ ἀνδρὸς ἐπέγνων καὶ τὸ τοῦ φρονήματος ἐπίσταμαι φιλορώ μαιον.» καὶ ὁ βασιλεύς· «τίνος οὖν χάριν φυγὰς τῶν ἡμε τέρων ἐγένετο;» «ὅτιπερ,» ἔφην, «ὡς οἶσθα, ὦ βασιλεῦ, οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ καὶ μυριάκις ἠπείλεις αὐτῷ τὰ δεινότατα καὶ ὠργίζου κατ' αὐτοῦ χαλεπῶς, καὶ ἐν πλήθει παρόντι πολλῷ ἔφασκες ἐκπέμψαι καὶ ἐξορύξαι οἱ τοὺς ὀφθαλμούς. ταῦτ' ἐκεῖνος ἐμάνθανε καὶ παρὰ πολλῶν τῶν λεγομένων ἤκουε, καὶ ἐδάκνετο τὴν ψυχὴν καὶ ἐδειλία τὴν τιμωρίαν καὶ ἀποφυγεῖν ἐπέσπευσε τὴν ποινήν.» «καὶ διὰ τί,» ἔφη ὁ βασιλεύς, «οὐκ ἐν τοῖς ἡμετέροις προσεκαρτέρει, καὶ εἰ παθεῖν ἔμελλε τὰ δεινὰ ταῦτα, τῆς ἐπὶ τῆς ἀλλοδα πῆς εὐπραγίας τὴν ἐν τοῖς ἰθαγενέσι προτιμῶν δυσπραγίαν;» «οὐκ ἔστι τοῦτο ψυχῆς ἀνθρωπίνης,» ἔφην, «ὦ βασιλεῦ. δεινὰ μὲν γὰρ παθεῖν καὶ περιπεσεῖν συμφοραῖς ἔνιοι ἂν ἱκανοὶ φανῶσι, στερροτέρου γεγενημένοι φρονήματος καὶ οἷον εἰπεῖν ἀπροσπαθοῦς ἐν τοῖς τοῦ βίου πράγμασι· τὸ δὲ περὶ αὐτῇ τῇ ζωῇ δεδιέναι καὶ ἀκρωτηριασμὸν τῶν και ριωτέρων σωματικῶν μερῶν προσδοκᾶν, οὐμενοῦν δοκεῖ τινα ἐν τούτοις προσκαρτερεῖν, ἀλλὰ τὸν περὶ ψυχῆς τρέχων ἀποφυγγάνει τῶν δεινῶν ὅση δύναμις.» ταῦτ' εἰπόντες σεσιωπήκαμεν. καὶ μετὰ βραχὺ «τί δὲ οἴει» ὁ βασιλεὺς ἔφη «τοῦτον ποιῆσαι;» ἐγὼ δὲ ἔφην ὡς «μικρὸν ὑπολαμβάνω παρὰ τὸν περσάρχην προσκαρτερήσας ἀποστελεῖ συμπαθείας πρὸς τοῦ σοῦ κράτους ἀξιωθῆναι, ἔχων καὶ τὸν περσάρχην ἐπὶ τῇ ὑποθέσει μεσολαβοῦντα, ζητήσει δέ σε ὅρκον εἰς τὴν τῆς ἀληθείας βεβαίωσιν, οὗ ἄνευ οὐκέτι μοι δοκεῖ παρὰ σὲ ἀφικέσθαι.» ἐν τούτοις ἦν τεταραγμένος ὁ βασι λεύς, ἐν ἀμφιβόλοις τυγχάνων τοῖς πράγμασιν. ὡς δὲ μετ' ὀλίγας τινὰς ἡμέρας γραφαὶ πρὸς τὸν βασιλέα ἐπέμφθησαν πρὸς τῶν στραταρχούντων ἐν Βιθυνίᾳ καὶ Μεσοθυνίᾳ– αἱ δὲ γραφαὶ τοῦ μεγάλου κονοστάβλου ἐτύγχανον πρὸς αὐτούς, περιλήψεως ἔχουσαι οὕτως– πρὸς ἕνα δὲ ἕκαστον τῶν τοιούτων ἐγεγραφήκει– ὡς «ἐγὼ τὸν ἐκ τοῦ βασιλέως φόβον ἐν τῇ καρδίᾳ μου σχὼν καὶ δεδιὼς μή πού τι πάθω δεινόν, φυγῇ ἐχρησάμην· ὑμεῖς δὲ φρονίμως καὶ ἀνδρικῶς τῶν στρατιωτικῶν ὑμῖν πραγμάτων ἀντέχεσθε, καὶ αἱ φυλα καὶ τῶν πολιχνίων καὶ ἄστεων ἀσφαλεῖς ἔστωσαν, καὶ ἡ τῆς ἁπάσης χώρας προσοχὴ καὶ συντήρησις παρ' ὑμῶν ὡς ἔθος γινέσθω, καὶ καθὼς ἐπράττετε μετ' ἐμοῦ, καὶ αὖ θις ποιεῖτε.» καὶ ἡ ἐπιγραφὴ τὸν μέγαν κονοστάβλον ἐσήμαινε. ταύτας ὁ βασιλεὺς θεασάμενος τὰς γραφὰς ἱλα ρῶς διετέθη πρὸς τὴν ὑπόθεσιν καὶ τοῖς λόγοις μου ἐμπε πίστευκεν.

Intertext edge

Open linked passage

Note