Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 65 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
65.1
Ἐνταῦθα δὲ τοῦ λόγου γενόμενοι τὰ τῆς ἱστορίας, ὡς δέον ἐστίν, ἐμπλατύνομεν· πολλῶν γὰρ λόγων ἄξια τὰ ἐν τῇ φυγῇ γεγενημένα τοῦ Κομνηνοῦ Μιχαήλ. ἐπεὶ γὰρ οὗτος ἐν τοῖς οἰκήμασι τῶν Τουρκομάνων ἀφίκετο– ἔθνος δὲ τοῦτο τοῖς ἄκροις ὁρίοις τῶν Περσῶν ἐφεδρεῦον, καὶ ἀσπόνδῳ μίσει κατὰ Ῥωμαίων χρώμενον καὶ ἁρπαγαῖς ταῖς ἐκ τούτων χαῖρον καὶ τοῖς ἐκ πολέμων σκύλοις εὐφραι νόμενον, καὶ τότε δὴ μᾶλλον, ὁπότε τὰ τῶν Περσῶν ἐκυ μαίνετο καὶ ταῖς ἐκ τῶν Ταχαρίων ἐφόδοις συνεταράττετο– τῷ Κομνηνῷ Μιχαὴλ ὡς ἑρμαίῳ ἐντυχόντες τινὲς καὶ λίχνον ὄμμα τοῖς αὐτοῦ ἐπιβαλόντες πράγμασι, πάντα τὰ αὐτοῦ διηρπάκασι, χρυσὸν ἄργυρον ἵππους ὑφάσματα καὶ αὐτὰ δὴ τὰ ἐνδύματα, οἷς οἱ αὐτοῦ ἐνεδέδυντο. διαμερί σαντες δὲ καὶ πάντας τοὺς ἐφεπομένους αὐτῷ, ἕκαστος τὸν κατισχημένον εἰς οἰκείαν δουλείαν ἠγάγετο. ὁ δὲ Κομνη νὸς Μιχαὴλ μόγις τὰς χεῖρας τούτων διεκφυγὼν καὶ θεοῦ προνοίᾳ διασωθεὶς γυμνὸς ἁπάντων παρὰ τὸν περσάρχην ἀφίκετο. ὁ δὲ οὐ κατὰ νέηλυν φυγάδα τοῦτον ἐδέξατο, ἀλλ' ἀσμένως λίαν προσήκατο. τό τε γὰρ εὐγενὲς τοῦ ἀν δρὸς ἐμεμαθήκει, καὶ πάντες οἱ μετὰ τοῦ περσάρχου μεγι στᾶνες τελοῦντες τὸ εἶδος αὐτοῦ καὶ τὸ φρόνημα τεθαυ μάκασι, καὶ ὅ φησί τις τῶν παλαιῶν, τυραννίδος ἄξιον ἔκριναν. εἰς ὀλίγους γὰρ αὐτῷ ξυνιόντες λόγους ἐκ βρα χέων τὴν τοῦ ἀνδρὸς ἐπεγνώκεισαν σταθηρότητα· τήν τε γὰρ αὐτοῦ στρατιωτικὴν ἐτεκμήραντο τέχνην καὶ τὴν ἐν τοῖς πολέμοις ἀκρίβειαν καὶ ὡς οὐκ ἀδαὴς ἂν εἴη τῶν προσηκόντων ἐν μάχαις. χάριν μὲν οὖν τῶν ἐσκυλευμέ νων αὐτῷ πραγμάτων καὶ τῶν διαμεμερισμένων ὑπηρετῶν γραφαὶ τοῦ σουλτάνου, εἰ καὶ εἰς μάτην, γεγένηνται, ἵν' ἐπισυναχθεῖεν τὰ πάντα καὶ πάντες καὶ ἐπικομισθεῖεν αὐτῷ. Ἐπεὶ δὲ ἐπὶ ξυροῦ ἀκμῆς τὰ τῆς μάχης σφίσιν ἐφίστατο– οἵ τε γὰρ Ταχάριοι τὰ πλείω τῆς χώρας τῶν Μουσουλ μάνων ληϊσάμενοι περὶ τὰ Ἄξαρα ἐστρατοπεδεύσαντο, πᾶσα δὲ ἀνάγκη ἦν καὶ πρὸς μάχην τοὺς Πέρσας ἀντιστῆναι τοῖς Ταχαρίοις– τὸν μὲν Κομνηνὸν Μιχαὴλ εἰς ἡγεμόνα τῶν Χριστιανικῶν στρατευμάτων οἱ Πέρσαι εἶναι διετάξαντο. ὁ δὲ ἐπεὶ ἐν ἀλλοδαπῇ ἐτύγχανεν ὤν, συμμαχεῖν μὲν Μου σουλμάνοις ἀπευκταῖον ἡγεῖτο, μή ποτε, ὡς ἔφασκεν οὗτος, ἐν μάχῃ πεσόντος εὐσεβὲς αἷμα αἵμασι συγκραθείη ἀνοσίοις καὶ ἀσεβέσι, χάριτι δὲ θείᾳ ἀναρρωσθεὶς καὶ γενναῖον ἀνα λαβὼν φρόνημα πρὸς τὴν μάχην ἐξώρμησε. τὸ μὲν οὖν μέρος τοῦ στρατεύματος τὸ παρὰ τοῦ Κομνηνοῦ Μιχαὴλ τεταγμένον τοὺς ἀντιτεταγμένους αὐτῷ Ταχαρίους κατὰ κράτος νενίκηκε, τοῦ Μιχαὴλ αὐτοῦ πρώτως δόρατι παρὰ μαζὸν βαλόντος τὸν τοῦ στρατεύματος προηγούμενον, ὅς, καθάπερ ἔφησαν οἱ γινώσκοντες, μετὰ μικρὸν ἐκ τῆς βολῆς ἐτεθνήκει. καὶ ἦσαν μὲν ἐκ τοῦ κρατουμένου μέρους τοῦ Κομνηνοῦ ἐκνενικημένοι οἱ Ταχάριοι καὶ πρὸς φυγὴν ἤδη ἐχώρουν. ἀνὴρ δέ τις τῶν ἐν Πέρσαις περιωνύμων, τὴν ἀξίαν ἀμυραχούρης– μέγα δὲ τοῦτο παρὰ Πέρσαις– ἀπιστίαν περὶ τὸ αὐτοῦ γένος ἐγκυμονῶν ἐκ μακροῦ τότε ταύτην ἐξώδινε, καὶ τὸ ὑφ' αὑτὸν ἅπαν συλλαβὼν στρά τευμα τοῖς Ταχαρίοις προσώρμησε. καὶ τὸ ἐντεῦθεν τἀναν τία ἦν ἰδεῖν· οἱ γὰρ πρὸ μικροῦ διώκοντες ἔφευγον καὶ νῶτα ἐδίδουν τοῖς ἐναντίοις πλήττεσθαι. ἔπιπτον γοῦν οἱ Πέρσαι συχνοὶ τοῖς τῶν Ταχαρίων πληττόμενοι βέλεσι. μέχρι μὲν οὖν μακρῶν διαστημάτων τὴν δίωξιν οἱ νενικη κότες πεποίηνται. ὁ γοῦν Κομνηνὸς Μιχαὴλ συμβὰν οὕτω τῷ μεγίστῳ στρατοπεδάρχῃ τῶν Περσικῶν στρατευμάτων, ὃν πεκλάρπακιν οἴδασιν οἱ Πέρσαι καλεῖν, ξυνῄει κατὰ τὴν ὁδόν, καὶ ἐπορεύοντο πάνυ πλείους ἡμέρας ἐφεπομένους ἑαυτοῖς τοὺς πολεμίους ἔχοντες καὶ καθ' ὥραν μαχόμενοι. ἐπεὶ δὲ ἡ τοῦ λεγομένου οἰκία πεκλάρπακι περὶ τὴν Καστά μοναν ἐτύγχανεν οὖσα, ἐκεῖσε σπεύσαντες ἐγεγόνεισαν. τὸ δὲ Ταχαρίων γένος πᾶσαν τὴν ὑπὸ τοὺς Μουσουλμάνους κατέδραμε χώραν. ἀλλ' ἐνταῦθα μὲν ὁ περὶ τούτων λό γος ἀναμεινάτω, ἐχέσθω δὲ τῶν προτέρων, ἵνα καὶ καθ' εἱρμὸν τὰ τῆς ἱστορίας προΐοι.

Intertext edge

Open linked passage

Note