Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
66.1
Ὁ μὲν οὖν βασιλεὺς Θεόδωρος ἐπεὶ περὶ τῶν γεγενημένων ἐν τῇ τῶν Μουσουλμάνων ἐπύθετο χώρᾳ, οὐ περὶ τούτων μᾶλλον ἔχων φροντίδα ἢ περὶ τῶν αὐτοῦ– κίνδυνον γὰρ οὐ σμικρὸν τοῖς Ῥωμαϊκοῖς ἐπισυμβαίνειν ὑπετόπασε χώροις– ἔσπευσε πρὸς τὴν ἕω παλινοστῆσαι· καὶ δὴ πᾶσαν τῆν Ῥωμαϊκὴν στρατιὰν μεθ' ἑαυτοῦ προσ λαβὼν τῆς πρὸς τὴν ἕω φερούσης ἐφήπτετο. καταλελοίπει δὲ ἔν τε τῇ Θεσσαλονίκῃ καὶ τοῖς κατὰ δυσμὴν μέρεσιν ὡς πρὸς φύλαξιν δῆθεν τῆς χώρας τὸν πρὸς πάππου θεῖον αὐτοῦ τὸν Λάσκαριν Μιχαήλ, μικρόν τι καὶ εὐσύνοπτον ἐκ Παφλαγόνων στράτευμα ἐπιδοὺς αὐτῷ κἀκ τοῦ Σκυθικοῦ ὅσον εἰς τριακοσίους ἠριθμημένον, τοῦ δὲ Πριλάπου καὶ τῶν περὶ αὐτὸν στρατευμάτων τὸν ὃν εἶχε σκουτέριον Ξυλέαν ὠνομασμένον, φερωνύμως τὴν κλῆσιν νὴ τὴν Θέμιν ἔχοντα, εἰς δὲ τὸν Βελεσὸν καὶ τὰ περὶ αὐτὸν τὸν Καλαμ πάκην Θεόδωρον, ὃν καὶ τατᾶν τῆς αὐλῆς κατωνόμαζον, τὸν δὲ Χαβάρωνα Κωνσταντῖνον εἰς ἡγεμονίαν τοῦ Ἀλβάνου κατέστησεν, ἐμὲ δὲ πραίτορα χειροτονήσας πάντων αὐτῶν ἀφῆκε προΐστασθαι. τοῦτο δέ, ὡς οἶμαι, πεποίηκεν, ἵνα τῇ ἐξ αὐτοῦ μακροτέρᾳ ἀποδημίᾳ εἰς λήθην ὧν ἐπεπόνθειν γενοίμην. οὐδὲ γὰρ εἶδέ με πώποτε μετὰ τὰς πληγὰς ἐλευθεριάσαντα καὶ λόγοις χαροπωτέροις ὡς εἰώθειν πρὸς αὐτὸν χρήσασθαι. ἵνα γοῦν τῇ χρονίῳ ταύτῃ διατριβῇ τῆς ψυχῆς ἡ σκυθρωπότης διαλυθείη μοι, πέπραχε τοῦτο, τάχα δὲ καὶ ὡς δυσχεραίνων ἦν τὴν ξυναυλίαν μου βαρυνόμενος· προσέκρουον γὰρ αὐτῷ πολλάκις ἐφ' οἷς ᾔδειν οὐ κατὰ λόγον οὐδὲ κατὰ δίκαιον διαπράττεσθαι θέλοντα.