Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
67.1
Ὁ μὲν οὖν βασιλεὺς πρὸς τὴν ἕω ἀπῄει, ἐγὼ δὲ καταλελείμμην τοῖς ἐν δυσμῇ. τῆς γοῦν Θεσσαλονίκης ἐξιὼν ἀφικόμην περὶ τὴν Βέρροιαν· ἐκεῖσε γὰρ ὑπῆρχον καὶ οἱ τοῦ πάπα πρέσβεις, οὓς ἀπεκβαλεῖν βασιλικῷ προσ τάγματι ἔμελλον. κἀκεῖσε μικρὸν προσκαρτερήσας διὰ τὴν τῶν πρέσβεων ἀπεκβολὴν καὶ δι' ἑτέρας τινὰς ὑποθέσεις, ἐκεῖθεν ἐξιὼν τῆς πρὸς τὸ Ἄλβανον φερούσης ἡπτόμην. καὶ δὴ τὰ Σέρβια παρελθὼν καὶ παραμείψας τὴν Καστορίαν καὶ τὰ ἀμφὶ τὴν Ἀχρίδαν παραγγείλας ἀφικόμην περὶ τὸ Ἄλβανον, κἀκ τούτου μετὰ τῶν τῆς χώρας ἐκκρίτων κατείληφα τὸ Δυρράχιον. κἀκεῖσε διακαρτερήσας ἡμέρας ὀκτὼ ἐξῄειν, πάντα τὰ καθ' ὁδὸν οἰκονομήσας καὶ καταρτίσας ὡς ἔμοιγε δέον ἐδόκει, κατὰ ταῦτα δὲ καὶ τὰ τοῦ Δυρραχίου. ἐξορ μήσας γοῦν τοῦ Δυρραχίου καὶ διελθὼν τὰ τῆς Χουναβίας καὶ τὸ ὄρος ὑπερβὰς ὃ δὴ Κακὴν Πέτραν κατονομάζουσιν, εἰς τὰ περὶ τὴν Μάτην ἀπῄειν κἀντεῦθεν περὶ τὴν Δέβρην ἀφῖγμαι. πᾶσι δὲ τοῖς καθ' ὁδὸν ξυντυχών, τοῖς ἀμφὶ τὰ ἄστη καὶ τοῖς ἀμφὶ τὰ τοπικὰ στρατόπεδα καὶ τοῖς τὰ δημόσια διενεργουμένοις πράγματα, διὰ τῆς Κυτζάβεως πα ριὼν ἐπὶ τὸν Πρίλαπον ἐγενόμην. ταύτην γοῦν τὴν πορείαν τὴν ἐκ Θεσσαλονίκης μέχρι καὶ αὐτοῦ τοῦ Πριλάπου διὰ τριῶν πεποίηκα τῶν μηνῶν χειμῶνος ὥρᾳ· Δεκέβριος γὰρ ἦν ὁπότε τῆς Βερροίας ἐξώρμων, καὶ τὸ Φεβρουαρίου τέλος ἐπὶ τὸν Πρίλαπον εἶχέ με.