Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 68 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
68.1
Ἐκεῖσε γοῦν ἀφιγμένου μου φήμη πάμπαν δεινὴ τοῖς ὠσὶν ἐπεισέφρησε. τὰ δὲ τῆς φήμης, ὅτιπερ ὁ τὴν ἡγεμονίαν τοῦ Ἀλβάνου πρὸς τοῦ βασιλέως λαβὼν ὁ Χα βάρων Κωνσταντῖνος πρὸς τοῦ δεσπότου Μιχαὴλ ἑάλω μη χαναῖς τῆς γυναικαδέλφης αὐτοῦ Μαρίας, ἥτις προεῖχε μὲν ἄνδρα Σφραντζῆν τοὐπίκλην, τότε δὲ ὑπῆρχε χήρα· δόλοις γὰρ αὕτη τὸν Χαβάρωνα μετελθοῦσα καὶ γράμμασιν ἐρωτι κοῖς δελεάσασα τούτου τὸ φρόνημα– κουφότερος γὰρ οὗ τος περὶ τὰ τοιαῦτα τυγχάνων ἦν, εἰ καὶ ἄλλως καλὸς ἐτύγχανε στρατιώτης– ταῖς πάγαις ταύτης ἁλώσιμος ἐγε γόνει. τοὐντεῦθεν εἰς ἀποστασίαν φανερὰν ὁ Μιχαὴλ ἐξωρμήκει. ἔγωγε μὲν οὖν διάγων περὶ τὸν Πρίλαπον περὶ τοῦ γεγενημένου δράματος ἐπεπύσμην. ὡς εἶχον γοῦν σπουδῆς πρὸς τὸν Λάσκαριν Μιχαὴλ ἐπιστολὴν ἐπεπόμφειν, τὰ ξυμ βεβηκότα τούτῳ διὰ ταύτης δηλοποιῶν, καὶ περὶ τὴν Πελα γονίαν ἀφῖχθαι τοῦτον γεγράφηκα, ὡς ἂν καὶ αὐτὸς ἀφιγ μένος ἐκεῖσε καὶ ἄμφω εἰς ἓν γεγονότες περὶ τῶν ἀνὰ χεῖρας ἡμῖν πραγμάτων τὴν ξυμβουλὴν ποιησαίμεθα· ξυν ήλθομεν γοῦν καὶ ἄμφω ἐν τῇ Πελαγονίᾳ καὶ μεθ' ἡμῶν καὶ ὁ Ξυλέας σκουτέριος. ὑπελαμβάνομεν γὰρ αὐτὸν ἄν θρωπον στρατιωτικὸν εἶναι ἢ κἂν ῥωμαιόφρονα· καὶ γὰρ καὶ ὁ βασιλεὺς Θεόδωρος πολλὴν περὶ αὐτοῦ εἶχε ὑπόληψιν, στρατιωτικήν τε αὐτὸν αὐχεῖν ἐμπειρίαν καὶ περὶ αὐτὸν καὶ τὰ τῶν Ῥωμαίων εὔνοιαν κεκτῆσθαι τὴν ἀκροτάτην. Ἐπεὶ γοῦν ξυνῄειμεν, ἐβουλευσάμεθα οὑτωσί, τὸν μὲν Λάσκαριν Μιχαὴλ λαβεῖν τὸ ὑπ' αὐτὸν ὅλον στρατόπεδον, τό τε Ῥωμαϊκὸν καὶ τὸ Σκυθικόν, καὶ ἀποχωρῆσαι τῶν περὶ τὴν Βέρροιαν χώρων– ἐκεῖσε γὰρ ἐποιεῖτο τὰς σκηνάς– καὶ περὶ τὴν Πελαγονίαν ὁρμῆσαι κἀκεῖσε στρατοπεδεῦσαι, ὡσαύ τως καὶ ὁ Ξυλέας σκουτέριος ἵνα λάβῃ τὸ ὑπ' αὐτὸν ἅπαν στρατιωτικὸν σύνταγμα– ἐκεῖνο γὰρ μᾶλλον εἰς πλῆθος ἠρίθμητο– καὶ συνέλθοι τῷ Λάσκαρι Μιχαήλ, καὶ ἡνω μένως ἐν τοῖς τῆς Πελαγονίας μέρεσι στρατοπεδεύσασθαι. ἐν ἐπικαίρῳ γὰρ ἦν ὁ τόπος περὶ τὴν τοῦ δεσπότου Μι χαὴλ μάχην καὶ περὶ τὴν τῶν Σέρβων, ὡς ἐπυθόμεθα ὅτι καὶ οὗτοι συμφώνους λόγους πρὸς τὸν Μιχαὴλ ἐπεποίηντο. ἐκείνους μὲν οὖν ἐκπληρῶσαι τὰ βεβουλευμένα ὑπεσχημένους κατέλιπον, ἐγὼ δὲ μετὰ τῆς προσηκούσης ὑπηρεσίας μου τὴν Ἀχρίδα κατέλαβον, εἴ πως ἂν δυνηθείην τὰ τῶν Ἀλβανιτῶν διορθώσασθαι. προύλαβον δὲ ἐξαποστεῖλαι περὶ τὸ Ἄλβανον τὸν ἐπὶ τῆς βασιλικῆς τραπέζης Ἰσαάκιον τὸν Νεστόγγον, ἔνταλμα δοὺς αὐτῷ κατ' ἔθος περιλαμβάνον τὴν τῆς ἡγεμονίας περίληψιν. ὥριστό μοι καὶ γὰρ ἐπ' ἀδείας ἔχειν με τοιαῦτα ποιεῖν, ἐνεργοῦντας καὶ δημόσια διαπραττο μένους καὶ στρατευμάτων προϊσταμένους καὶ χωρῶν ἡγεμο νίαν κεκτημένους ἀνταλλάττειν ὡς ἂν βουλοίμην. εἱλόμην οὖν ἀπελθεῖν περὶ τὸ Ἄλβανον καὶ τῆς τῆς χώρας ἕνεκεν διορθώσεως καὶ τοῦ μαθεῖν με τί ἂν ὁ ἐπὶ τῆς βασιλικῆς τραπέζης πεποίηκεν. ἀπελθὼν γοῦν τὸν μὲν ἐπὶ τῆς τρα πέζης, καθὼς ἂν εἶχον ἰσχύος, τοῦ Ἀλβάνου ἐξήγαγον. προύφθασαν γὰρ τὸ τῶν Ἀλβανιτῶν ἔθνος καὶ τὰ τῆς ἀν ταρσίας ἐκπεπληρώκασιν· ἅπαντες γὰρ ξυνῆλθον τῷ ἀπο στάτῃ δεσπότῃ Μιχαήλ. ἐπεὶ γοῦν αὐτὸς ἑώρων τὰ πάντα κυκώμενα, ἐκ τῶν Δεβρῶν ἀπάρας– πλείους γὰρ ἐκεῖσε ἡμέρας ἢ ἔδει διήνυσα· καὶ γὰρ κύκλῳ τοὺς πολεμίους εἶχον– μετὰ μετρίων τινῶν ἀνδρῶν τῶν ἐξυπηρετούντων μοι μεθ' ὅπλων κατείληφα τὴν Ἀχρίδα. κἀκεῖσε γοῦν τὸν ἐπὶ τῆς τραπέζης εἰς φυλακὴν τοῦ κάστρου ἀφείς, διαβὰς τὴν Πρέσπαν καὶ τὸ οὕτω πως ἐπονομαζόμενον Σιδηρό καστρον, τῷ Πριλάπῳ προσέσχον, καὶ οἷον ἐδόκουν ὡς εἰς λιμένα τινὰ προσοκεῖλαί με ἄκλυστον. Ὑπῆρξε δὲ καὶ ἐμοὶ καὶ τοῖς ἐκεῖσε οὖσιν ἡμετέροις τὰ ἐναντία. τῶν γὰρ πέριξ χωρῶν καὶ κάστρων ὁ ἀντάρτης ἐπιδραξάμενος Μιχαὴλ ἑνὸς καὶ μόνου τοῦ Πριλάπου ἐλεί πετο, καὶ ἔσπευδεν, ὅσον ἦν αὐτῷ δυνατόν, ὑφ' ἑαυτὸν ποιῆσαι τὸν Πρίλαπον· οὕτω γὰρ ἦν ἐξὸν αὐτῷ καὶ ἀσφα λῶς τῶν πέριξ κρατεῖν. ἐπῆλθε γοῦν καὶ ἡμῖν μετ' οὐ πολὺ τὸ πρῶτον ὁ ἀποστάτης Μιχαὴλ μετὰ τοῦ περὶ αὐ τὸν στρατεύματος ἅπαντος, καὶ ἀπεπειράσατο στρατιωτι καῖς μεθοδίαις τοῦ ἄστεος. τὸ δὲ ἦν ἀσφαλὲς καὶ οὐ ῥᾴδιον χειρωθῆναι, ἐθάρρει δὲ οὗτος μᾶλλον ταῖς τῶν οἰκητόρων ἐπιβουλαῖς. τῷ τότε μὲν οὖν ἀπεκρούσθη, καὶ τὸν στρατὸν αὐτοῦ λαβὼν ἐπανέζευξε καὶ τοῖς γύρωθεν τό ποις περιεπόλευεν, ἡμεῖς δ' ἐγκεκλεισμένοι τῷ τοῦ Πριλά που ἄστει καὶ ὡς ἐν εἱρκτῇ καθειργμένοι γεγόναμεν. καὶ τὰ μὲν ἐν ἡμῖν οὕτω ξυνέβη, ὁ δὲ τῆς ἱστορίας λόγος τῶν ἐπὶ τὴν ἕω γεγενημένων ἐχέσθω.

Intertext edge

Open linked passage

Note