Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 69 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
69.1
Ὁ μὲν οὖν βασιλεὺς διαπεραιωθεὶς τὸν Ἑλλήσποντον, ὡς εἶχε τάχους περὶ τοὺς τῆς Λυδίας τόπους κεχώ ρηκε καὶ περὶ τὰς Σάρδεις τὰς σκηνὰς ἔπηξεν. ὁ δὲ περσάρχης σουλτάν, ὁ φυζακινῆς ἐλάφου κραδίην ἔχων, εἶπεν ἂν ποιητής, τὴν χώραν τούτου καταλιπών, ἐπείπερ καὶ τὸ τούτου στράτευμα καταλέλυται, φυγὰς πρὸς τὸν βασιλέα χωρεῖ. ὁ δὲ ἐδέξατο τοῦτον καὶ δωρήμασιν αὐ τόν τε καὶ τοὺς ἀμφ' αὐτὸν φιλοτίμως ἐδεξιώσατο, καὶ πρὸς τὴν αὐτῶν ἐπαναζεῦξαι τούτους πεποίηκε, δοὺς αὐτοῖς στράτευμα μέτριον· εἰς τετρακοσίους γὰρ καὶ μό νον ἠρίθμητο. ἡγεμόνα δὲ τοῦ στρατεύματος τὸν Ἰσαά κιον Δούκαν κατέστησεν, ὃν καὶ Μούρτζουφλον ὠνόμαζον, τῷ γένει τούτου τοὐπίκλην τινῶν ἐπιθέντων τῶν παίζειν εἰωθότων ἐπὶ τὰς κλήσεις, πριμμικήριον ὄντα τότε τῆς βασιλικῆς αὐλῆς. ὁ δὲ περσάρχης ἀντίχαριν ἀντιδοῦναι θέλων τῷ βασιλεῖ τὸ ἄστυ τῆς Λαοδικείας ἀπεχαρίσατο, καὶ εἰσῆλθεν ἐν αὐτῷ καὶ Ῥωμαϊκὴ φυλακή. ἀλλ' ἐπ' ὀλί γον τοῦτο προσεκαρτέρησε, καὶ πάλιν ὑπὸ τοὺς Μουσουλ μάνους τὸ ἄστυ τοῦτο γεγένηται· οὐδὲ γὰρ ἦν δυνατὸν ὑπὸ Ῥωμαίων φυλάττεσθαι. ὁ μὲν οὖν σουλτὰν ἐπεὶ μὴ ἐξίσχυε τοῖς Ταχαρίοις ἀνθίστασθαι, μετὰ τῶν αὐτοῦ λογά δων βουλευσάμενος εἰς ξυμβιβάσεις καὶ συμφωνίας τοῖς Ταχα ρίοις συνῆλθε· καὶ ὑπόφοροι τούτοις ἐγένοντο, καὶ ἔκτοτε τυγχάνουσι σφίσιν αὐτοῖς οἱ Μουσουλμάνοι φορολογούμενοι. Ὁ δὲ Κομνηνὸς Μιχαὴλ ὁ Παλαιολόγος, οὗ πολ λάκις ἐμνήσθημεν, ὅρκον πρὸς τοῦ βασιλέως λαβὼν εἰς ἀσφάλειαν πρὸς αὐτὸν ἐπανέζευξε καὶ τοῖς οἰκείοις αὖ θις ἀποκατέστη καὶ τῶν ἰδίων ἀπήλαυσεν.

Intertext edge

Open linked passage

Note