Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 6 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Τῆς οὖν πόλεως κυριεύσαντες οἱ Ἰταλοὶ ἄδειαν δε δώκασι τοῖς ταύτης οἰκήτορσι τοὺς θέλοντας μένειν τε καὶ ὑπὸ χεῖρα εἶναι αὐτῶν, τοὺς δὲ ἀκωλύτως ἀπέρχεσθαι ὅπῃ ἂν βούλοιντο. ἐξήρχοντο τοίνυν οἱ μὲν φανερῶς οἱ δὲ καὶ κρύφα, ὅσοι τῶν περιφανεστέρων ἐτύγχανον. ὁ μὲν οὖν Λάσκαρις Θεόδωρος προεξελθεῖν πέφθακεν ἅμα τῇ γαμετῇ Ἄννῃ, ὃν γαμβρὸν ὁ λόγος φθάσας ἐδήλωσε τοῦ βασιλέως Ἀλεξίου τελεῖν, καὶ δεσπότην ὑπ' ἐκείνου τετιμημένον. ἀπελ θὼν οὖν οὗτος μετὰ τῆς σφετέρας γυναικὸς καὶ τῶν τέκνων– ὑπῆρχον γὰρ αὐτῷ θυγάτρια τρία, ὧν ἡ μὲν πρώτη Εἰρήνη, ἡ δὲ δευτέρα Μαρία, ἡ δὲ τρίτη Εὐδοκία κατωνο μάζοντο– καὶ περὶ τὴν Νίκαιαν πόλιν γενόμενος παρε κάλει τοὺς Νικαεῖς ἔσω τοῦτον τῆς πόλεως δέξασθαι καὶ ὡς κυρίῳ προσανέχειν αὐτῷ. οἱ δὲ οὐκ ἐδέχοντο. λιπαρῶς γοῦν ὁ Λάσκαρις τούτοις προσκείμενος καὶ κἂν τὴν γυ ναῖκα μόνην δέξασθαι ἐκδυσωπῶν, μόλις εἰς τοῦτο πειθη νίους ἐγνώρισεν. ἀφεὶς οὖν τὴν γυναῖκα οὑτοσὶ κατὰ Νίκαιαν διήρχετο τὰ πέριξ, Προῦσάν τε καὶ τὰ περὶ αὐτήν, ὅπως τε ὑπὸ χεῖρα ταῦτα ποιήσαιτο καὶ ὡς βασιλεὺς ἀντὶ τοῦ πενθεροῦ Ἀλεξίου τούτων κατάρξειεν· οὗ δὴ καὶ τετύ χηκε. καὶ γὰρ ἐν τῷ μεταξὺ καὶ περὶ τὸν περσάρχην ἀφί κετο συνήθη τούτῳ τελοῦντα, καὶ συμμαχίαν προσείληφε καὶ τὰ πρὸς σκοπὸν διεπράξατο.

Intertext edge

Open linked passage

Note