Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 70 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
70.1
Οὔπω πάνυ πολλαὶ παρῆλθον ἡμέραι, καὶ ἐπεὶ τὰ περὶ τὴν δυσμὴν ταραττόμενα λίαν ἐπεγνώκει ὁ βασι λεὺς καὶ τὰ πλείω πρὸς τοῦ ἀντάρτου Μιχαὴλ ἁλισκόμενα, καὶ ἔδει στρατηγὸν ἄνδρα μετὰ στρατεύματος εἰς ἀντιπαρά ταξιν στεῖλαι, τὸν εἰρημένον Κομνηνὸν Μιχαὴλ ἐξελέξατο, δοὺς αὐτῷ καὶ στράτευμα ἐκ Μακεδονίας, πάνυ δὲ τῷ ποσῷ ὀλίγον καὶ ἀνωφελέστατον τῇ ποιότητι. ὁ δέ– καὶ γὰρ οὐκ εἶχεν ἀντιλέγειν τοῖς αὐτῷ προσταττομένοις– λαβὼν τὸ σμικροπρεπὲς ἐκεῖνο καὶ ἀπόλεμον στράτευμα τὴν Θεσσαλονίκην καταλαμβάνει, κἀκεῖθεν διαβὰς τὸν Βαρδά ρειον, ὃν οἱ παλαιοὶ Ναξειὸν ὀνομάζουσι, καὶ τῷ Λάσκαρι Μιχαὴλ ἑνωθείς, καὶ ἄμφω βουλὴν ποιησάμενοι κατὰ τῆς Βερροίας ὡρμήκασιν, οὐχ ἵνα μαχέσωνται ταύτην– οὐδὲ γὰρ ἐξῆν αὐτοῖς τοιοῦτόν τι διαπράττεσθαι– ἀλλ' ἵνα λείαν τὰ περὶ ταύτην ποιήσωνται. καὶ ἐσκύλευσαν πολλά· ζώων γὰρ πληθὺν οὐκ εὐχερῶς ἀριθμουμένην οἱ ἀμφ' αὐ τοὺς ἐληΐσαντο. Ἐν οἷς δὲ οὗτοι ταῦτα ἐποίουν, ὁ τῶν Σέρβων ἄρχων τὴν τοῦ ἀποστάτου Μιχαὴλ ἀνταρσίαν μαθών, γένος ἔκσπον δον καὶ μηδέποτε εἰδὸς χάριν τοῖς εἰς αὐτὸ ἐπιδειξαμένοις χρηστόν, ἀλλὰ διὰ μικρόν τι κέρδος τὸ φιλίας ἀπορρῖπτον καὶ καταπατοῦν κύπελλον, στράτευμα συναθροίσας ὡς εἰς χιλίους ἠριθμημένον κατὰ τῶν Ῥωμαϊκῶν ἐκπέπομφε χώρων. οὗτοι μὲν οὖν τὴν Κύτζαβιν παραμείψαντες τὰ πέριξ τοῦ Πριλά που ἐσκύλευον. ὁ δὲ σκουτέριος Ξυλέας μετὰ τοῦ ὑπ' αὐτὸν στρατεύματος ἐγγύς που τοῦ ἄστεος κείμενος, ὡς εἶδε τὸ τῶν Σέρβων στράτευμα τὴν χώραν ληΐζον καὶ πυρὰ πανταχοῦ ἀναπτόμενα, ἄνθρωπος ἀδαὴς τὰ πολεμικὰ καὶ μηδ' ὅλως ἐμ πειρίαν ἔχων στρατιωτικήν– οὔτε γὰρ σκοποὺς εἶχε μακρὰν ὡς πόρρωθεν μαθεῖν τὴν τῶν πολεμίων ἔφοδον, οὔτε ξυν τάξαι στράτευμα ἐπεγνώκει– ἀπέλυσεν ἕκαστον κατὰ τῶν Σέρβων ὁρμᾶν ὡς ἐβούλετο. διαλυθέντες γοῦν τῆς συντάξεως καὶ ὀλίγοι τοῖς Σέρβοις πλείοσιν οὖσιν ἡλίσκοντο συμπλε κόμενοι, καὶ οἱ μὲν ἔργον μαχαίρας ἐγένοντο, οἱ δὲ ἐζω γροῦντο καὶ δεσμῶται ἀπήγοντο. ὕστερον δὲ καὶ αὐτὸς ὁ Ξυλέας σκουτέριος μετὰ τῶν ὑπολειφθέντων στρατιωτῶν κατὰ τῶν Σέρβων ὁρμήσας μόγις που διεσώθη, ὄρη διελθὼν καὶ βουνοὺς καὶ κρημνώδεις τόπους ὑπὸ τῶν ἐχθρῶν διω κόμενος. οὕτω μὲν οὖν τὸ ἐν τῷ Πριλάπῳ καταλέλυται στράτευμα, καὶ ἡμεῖς ἐγκεκλεισμένοι τῷ τοῦ Πριλάπῳ ἄστει γεγόναμεν καὶ οἷον ἐγκαθειργμένοι.

Intertext edge

Open linked passage

Note