Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 71 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
71.1
Οἱ δὲ περὶ τὸν Κομνηνὸν Μιχαὴλ τὸν Παλαιο λόγον καὶ οἱ περὶ τὸν Λάσκαριν Μιχαὴλ τοιάδε πεπόν θασιν. ἐπεὶ τὴν λείαν ἐν τῇ Βερροίᾳ πεποίηνται, περὶ τὸν ἐν τοῖς Βοδηνοῖς χῶρον ἐσκήνωσαν, ὁμαλόν τε ὄντα καὶ εἰς τροφὴν ἵππων χρήσιμον. ὁ ἀποστάτης δὲ Μιχαὴλ ὁ δεσπότης τὰ τοῦ Ῥωμαϊκοῦ στρατεύματος ἀκριβῶς ἐγνω κώς, καὶ εἰς ὁπόσον τοῦτο ἠρίθμηται καὶ ὡς πλὴν ὀλίγου τὸ πᾶν ἐστὶν ἀνωφελὲς καὶ ἀχρήσιμον, ἐκλογὴν ποιησάμενος ἀπὸ παντὸς αὐτοῦ τοῦ στρατεύματος καὶ οἷον ἐξ ἁπάντων τοὺς κρείττους χωρίσας καὶ ὡς εἰς πεντακοσίους αὐτοὺς ἀριθμήσας, καὶ στρατηγὸν χειροτονήσας τὸν νόθον υἱὸν αὐτοῦ τὸν Θεόδωρον, κατὰ τοῦ Ῥωμαϊκοῦ στρατεύματος πέπομφεν. Ἔτυχε δὲ τῷ τότε καὶ ὁ Λαπαρδᾶς Μανουὴλ μετὰ στρατεύματος συρφετώδους καὶ ξύγκλυδος πρὸς τοῦ βασι λέως ἀποσταλεὶς τοῖς προσιοῦσιν ἡγεμόσι συγκῦρσαι, καὶ κατεμέμφετο αὐτοὺς ὡς προλαβόντας καὶ τὴν λείαν ἐργασα μένους, κἀκεῖνον δὲ ἄμοιρον γενέσθαι τοῦ κέρδους. ἐν οἷς γοῦν τὰ τοιαῦτα ξυνωμιλοῦντο οἱ τοῦ στρατεύματος ἡγε μόνες, τὸ ὑπὸ τὸν Λαπαρδᾶν Μανουὴλ συρφετῶδες στρά τευμα, ὧν οἱ πλείους ἐπωχοῦντο φορβάσι καὶ εἶχον αὐτὰς τὰ χρειώδη πεφορτισμένας, μὴ τῶν ἄλλων ἡγεμόνων εἰδό των εἴχοντο τῆς ὁδοῦ τῆς παραμειβούσης τὸ ἄστυ τῶν Βοδηνῶν, ἵνα πρότερον τῶν ἄλλων διελθόντες λείαν καὶ οὗτοι ποιήσαιντο. ξυνηντήκει γοῦν αὐτοῖς ἐν τῇ κλείσει τῶν ἐν τοῖς Βοδηνοῖς ὀρῶν τὸ ἀποσταλὲν πρὸς τοῦ ἀπο στάτου Μιχαὴλ στράτευμα πρὸς τὴν τῶν Ῥωμαίων κατα πολέμησιν. ἄνδρες γοῦν στρατιῶται γενναῖοι ὑψαύχεσιν ἵπποις ἐποχούμενοι καὶ τοῖς ὅπλοις κατάφρακτοι ἀνθρω πίσκοις ξυντυχόντες ἀόπλοις καὶ ἀγεννέσι καὶ θηλείαις ἵπποις ἐφεζομένοις ἐν ἀκαρεῖ πάντας τούτους ἐτρέψαντο. φυγάδες γοῦν ἔνιοι ἐκ τούτων γεγενημένοι καὶ πρὸς τὸν Κομνηνὸν Μιχαὴλ ἀφιγμένοι ἀπήγγειλαν αὐτῷ τὰ ξυμβάντα. ὁ δὲ οὐκ ἐθροήθη τῷ αἰφνιδίῳ, ἰσχυρὸς δὲ ὢν τὴν χεῖρα καὶ τὴν γνώμην ἀνδρεῖος καὶ τὰ μάχιμα ἔμπειρος– πολ λοῖς γὰρ καὶ πρότερον τοῖς πολεμικοῖς ἐγγεγύμναστο– ὁπλισθεὶς καὶ δόρυ λαβὼν καὶ τὸ στρατιωτικόν, ὅπερ ἦν ὑπὸ τὸν Λάσκαριν Μιχαήλ, ἐκ Παφλαγονίας ὡρμημένον,– ἐκεῖνο καὶ γὰρ μόνον ἐτύγχανε τῶν ἄλλων κρεῖττον καὶ πολεμῆσαι δυνάμενον, εἰς πεντήκοντα ἄνδρας ἠριθμημένον– κατὰ τῶν ἐναντίων ὁρμᾷ. ὁ δὲ Λάσκαρις Μιχαήλ, ὡς εἰώθει, οὐ θώρακα ἀλλὰ θωρακίδιον ἐπενδυθείς, ὡς ἂν ἔχοι ῥᾳδίως φεύγειν, ἐκ πλαγίου τῆς μάχης ἦν καὶ ἐσκόπει τὸ γενησόμενον. ὁ μὲν οὖν Κομνηνὸς Μιχαὴλ τῷ πρώτως ἐπερχομένῳ ξυναντήσας βάλλει τῷ δόρατι καὶ ῥίπτει τῆς ἐφεστρίδος· ἦν δὲ ὁ ῥηθεὶς τοῦ ἀποστάτου Μιχαὴλ νόθος υἱὸς ὁ Θεόδωρος. τοῦ πτώματος γοῦν ἀναστὰς οὗτος προσ έδραμε τῷ Κομνηνῷ Μιχαὴλ καὶ ἐδυσώπει μὴ φονευθῆναι. ἠγνόει δὲ τοῦτον ὁ Κομνηνός, καὶ ὅστις ἦν οὐκ ἠπίστατο. παραδίδωσι γοῦν αὐτὸν Τούρκῳ τινί, καὶ ὃς πεφόνευκε τοῦ τον. εἶτα ξυμπλακέντες οἱ Παφλαγόνες οἱ σὺν αὐτῷ τοῖς λοιποῖς ἄλλος ἄλλον ἔβαλλε, καὶ τὸ τοῦ πολέμου τέλος εἰς τροπὴν μὲν οἱ τοῦ ἀποστάτου Μιχαὴλ ἀπεῖδον, οἱ δ' ἀμφὶ τὸν Κομνηνὸν Μιχαὴλ πλείους ἢ εἴκοσι τῶν ἐγκρίτων ζωγρήσαντες καὶ πολλοὺς ἄλλους ξίφους ἔργον ποιήσαντες ἔστησαν· οὐδὲ γὰρ εἶχον διώκειν πάνυ ὀλίγοι τυγχάνοντες, προδιεφθαρμένων καὶ διαλελυμένων τῶν προαπερχομένων στρατιωτῶν, ὡς εἰρήκειμεν. οὕτω μὲν οὖν καὶ αὐτοῖς δυστυ χῶς ξυνέβη τὰ πράγματα κατ' ἴσον τοῖς περὶ τὸν Πρίλαπον. Ὁ μὲν οὖν Κομνηνὸς Μιχαὴλ καὶ ὁ Λάσκαρις Μιχαὴλ καὶ οἱ ἀμφ' αὐτοὺς ἡγεμόνες τυγχάνοντες τοῦ στρατεύματος, ἐπεὶ παρ' ἡμῶν ἠναγκάζοντο καταλαβεῖν εἰς τὸν Πρίλαπον καὶ ἡμῖν ξυντυχεῖν, ἑκόντες ἄκοντες ἀφίκοντο παρ' ἡμᾶς. καὶ ὀλίγας ἡμέρας προσκαρτερήσαντες μεθ' ἡμῶν, ἐπεὶ μὴ εἶχον δυνάμεως συστάδην ξυνελθεῖν καὶ τὸν ἀποστάτην μαχέσασθαι Μιχαήλ, ἀφέντες ἡμᾶς ὑπέστρεψαν· τήν τε γὰρ ἀπιστίαν τῶν οἰκητόρων διενοήσαντο καὶ τὸ ἀμφίβολον τῶν εἰς φύλαξιν αὐτοῦ τεταγμένων νουνεχῶς ἐτεκμήραντο. ἐν απελείφθην γοῦν καὶ αὐτὸς ἐν Πριλάπῳ μετὰ τῶν ὄντων εἰς τὴν φυλακὴν τοῦ ἄστεος· οὕτω καὶ γάρ μοι ὁ κρατῶν προστέταχεν.

Intertext edge

Open linked passage

Note