Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
72.1
Ἐπῆλθε γοῦν τὸ δεύτερον καθ' ἡμῶν ὁ ἀποστάτης Μιχαήλ, καὶ ἐπεὶ ἐκεχειρίαν εἶχεν– ἐπέγνω καὶ γὰρ ὡς αἱ βασιλικαὶ δυνάμεις ἀδυνατοῦσι τοῦτον ἀντιστάδην μα χέσασθαι– περιεστοίχισε τὸ ἄστυ φρουρᾷ καὶ ἑλεπόλεις ἵστα. ἦσαν δὲ οἱ ἐντὸς καὶ οἱ σὺν ἡμῖν τὰ αὐτοῦ φρο νοῦντες. πρώτην γοῦν πεποίηκεν ἀπόπειραν, καὶ ὁπλίσας τὸ σύμπαν αὐτοῦ στράτευμα τῷ ἄστει προσέβαλε, τοξόταις καὶ σφενδονίταις εὐστόχοις χρησάμενος. καὶ κλίμακας ἔφε ρον, ὡς ἂν διὰ τῶν κλιμάκων περὶ τὸ ἄστυ ἀναρριχήσαιντο. ἀλλὰ τότε μὲν ἐτράπησαν καὶ πλείους ἐξ αὐτῶν ἔργον φό νου γεγένηνται, λίθοις βεβλημένοι καὶ ὀϊστοῖς, καὶ μέχρι μὲν ἡμερῶν τινῶν ἡσύχασαν. καὶ πάλιν οἱ ἐντὸς καὶ ἡμέτεροι τούτους ἐκίνησαν, καὶ αὖθις προσβολὴ σφοδροτέρα περὶ τὸ ἄστυ, καὶ ἡ ἀπόκρουσις ὁμοία· οὐδὲ γὰρ ἠδυνή θησάν τι ποιῆσαι, μᾶλλον πεπονθότες ἢ πράξαντες. μέχρι καὶ τρίτου προσέβαλε τὸ δεινόν, καὶ τὰ ὅμοια ἐπ' ἴσης γεγένηνται. ἠρέμησαν γοῦν οἱ ἐναντίοι καὶ ἐν ἡσυχίᾳ προσεφίζανον. οὐδὲ γὰρ ἐτόλμων προσεγγίσαι· μᾶλλον καὶ γὰρ ἔπασχον ἐγγίσαντες ἢ ἐποίουν. οἱ μὲν οὖν τὴν ἀπι στίαν νοσοῦντες ἐδόκουν ἐν τῇ κινήσει τῆς μάχης ὡς τὰ ἑαυτῶν βουλήματα κατορθώσαιντο· θαῦμα δὲ ἂν εἴη τοῖς ἀκούουσι, εἰ ἑνὸς ἀνδρὸς ἥττηντο οὐ πλείους τῶν τεσσαρά κοντα ὑπηρέτας ἔχοντος καὶ μόνῃ τῇ πίστει καὶ τῇ ἀληθείᾳ τεθαρρηκότος. ὡς γοῦν ἀδυνάτως εἶχον μάχῃ καὶ κυδοιμῷ τὰ διαβούλια οἱ καθ' ἡμῶν φρονοῦντες τὰ σφῶν κατορθώ σασθαι, ἐν ἡσυχίᾳ μεμελετήκασι τὸ δεινόν· καὶ σκῆψιν ποιησάμενοι τὴν τοῦ εἰς φυλακὴν τοῦ ἄστεος συντεταγμένου στρατεύματος ζωαρκείας χάριν διοίκησιν, ἐξάγουσιν αὐτοὺς τῶν ἐπάλξεων καὶ περὶ τὰ σιτοφυλακεῖα ἀπάγουσιν. ἐξ ἐρήμης γοῦν ἀνοίγουσι τὰς πύλας οἱ ταῦτα προμελετή σαντες, καὶ ἑάλω οὕτω τὸ τοῦ Πριλάπου ἄστυ, οὐ πολε μίων ἀρετῇ, οὐκ ἀνοχυρότητι τόπου, ἀλλὰ τῇ τῶν φυλάκων ἀβελτηρίᾳ καὶ ἀπιστίᾳ. καὶ ἡμεῖς συνεάλωμεν καὶ δεσμῶ ται γεγόναμεν. οὐδὲ γὰρ ὤνησεν ἡμᾶς τὸ τῆς ἀκροπόλεως φρούριον· πέτρα γὰρ ἦν καὶ ἁλωτὴ δεκαβάθμῳ κλίμακι, εἴπερ ἐπῄεσάν τινες πολεμήσοντες· ἐν ᾗ καὶ νυκτὸς οἱ τὰ ἐναντία φρονήσαντες ἡμέτεροι ἐφορμῆσαι καθ' ἡμῶν ἠβου λήθησαν ὡς ἡμᾶς τε ἀποκτενεῖν καὶ τὰ ἡμῶν ξυλλαβεῖν. ἐπεὶ δὲ αὐτὸς ταυτὶ ἐπεγνώκειν, τότε μὲν ἑαυτοὺς ἐφυλα ξάμεθα καθὼς ἦν ἡμῖν δυνατόν, ἐπιλαμψάσης δὲ ἡμέρας τῷ ἀποστάτῃ Μιχαὴλ εἰς ξυμφωνίας συνῆλθον. κἀκεῖνος μὲν πρὸς ἡμᾶς δέδωκεν ὅρκους ἐλευθέρους μὲν κακῶν καὶ μετὰ τῶν σφετέρων πραγμάτων παρὰ τοῦ μέρους αὐτοῦ εἰς τὴν χώραν διασωθῆναι τοῦ βασιλέως, ἡμεῖς δὲ τὸ μικρὸν ἐκεῖνο πρὸς αὐτὸν ἀπολελύκαμεν φρούριον. ἀλλ' ἦσαν οἱ ὅρκοι τούτου ψευδεῖς· ἐπίορκον γὰρ ὠμωμόκει. ἔσχεν οὖν ἡμᾶς ἐν δεσμοῖς καὶ ἀπὸ χώρας εἰς χώραν μεταβιβαζομένους πεδήτας. Ὁ μὲν οὖν βασιλεὺς Θεόδωρος περὶ τούτων ἀκηκοὼς ὑπετόπασε μὲν περὶ ἐμοῦ οὐ καλῶς, ἀνθρωπίνοις δὲ λο γισμοῖς ἑπόμενος ὑπετόπασεν. ὡς γὰρ ἐμεμαθήκει τοὺς κρείττους τῶν στρατηγούντων ἐν τῇ δυσμῇ, ἐν οἷς ἐθάρρει καὶ τὰ πολλά, ὑπὸ τὸν ἀποστάτην Μιχαὴλ γεγενῆσθαι, τοὺς μὲν καὶ πρὸ τῶν κατασχέσεων τῶν φρουρίων, ἤγουν τὸν σκουτέριον Ξυλέαν, τὸν Ῥαματᾶν Μανουήλ, τὸν Πουλάχαν καὶ ἄλλους ἐνίους τῶν σὺν αὐτοῖς, αὖθις δὲ καὶ μετὰ τὰς κατασχέσεις, εἴτουν τὸν ἐπὶ τῆς τραπέζης Ἰσαάκιον τὸν Νεστόγγον, ὃν αὐτὸς εἰς ἀρχήν, καθὰ προϊστορήκειν, ἀπο κατέστησα τῆς Ἀχρίδος, καὶ ἄλλους οὐκ ὀλίγους τῶν γνω ρίμων τε καὶ ὀνομαστῶν ὑπὸ τὸν ἀποστάτην ἑκόντας τελέ σαι, ἐδεδίει καὶ περὶ ἐμοῦ, μή ποτε καὶ αὐτὸς πάθω τὰ ὅμοια· ἔθραττε καὶ γὰρ τὸν αὐτοῦ λογισμὸν τὸ ἐξ ὑπογυίου συμβὰν ἐμοὶ παρ' αὐτοῦ. οἱ δὲ τὰ κατ' ἐμὲ ἀκριβέστερον ἐπιγνόντες διισχυρίζοντο μὴ ἄν ποτε τοιοῦτον φανῆναί με. ἐπεὶ δὲ χρόνος παρερρύη συχνὸς κἀκ τῶν ἐπερχομένων δεσμώτην ἐμάνθανεν εἶναί με καὶ εἱρκτῇ περικλείεσθαι ποδοκάκαις τε καὶ χειροπέδαις ξυνέχεσθαι, ἠγάπα τε τὴν πρᾶξιν καί μοι προσφιλέστερον διετίθετο, ὁρισμοὺς δὲ ἐπε ποιήκει κτημάτων πέρι τῶν ἐμῶν, μηδένα τολμῆσαί ποτε πόδα τε βαλεῖν ἐν αὐτοῖς καὶ ζημίαν ἐπεμβαλεῖν. καὶ ταῦτα μὲν οὕτως ἔσχε, τῷ δὲ βασιλεῖ Θεοδώρῳ ξυνέβη οὕτω τὰ πράγματα.