Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 73 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
73.1
Ὁ μὲν οὖν τῶν Βουλγάρων ἄρχων, ὁ γυναικά δελφος αὐτοῦ Μιχαήλ, ὃς πολλὴν τὴν ἔχθραν κατά τε αὐ τοῦ τοῦ γαμβροῦ καὶ βασιλέως καὶ τῶν Ῥωμαίων ἐξέτρεφε, πρὸς τοῦ πρωτεξαδέλφου αὐτοῦ Καλιμάνου καιρίαν πλη γεὶς εἰδήσει καί τινων οἰκητόρων Τρινόβου, ἔξω που τοῦ τοιούτου διάγων ἄστεος, εὐθὺς ἐτεθνήκει. ὁ δὲ φονεύσας αὐτὸν Καλιμᾶνος τὴν ἐκείνου λαβὼν γαμετὴν ἔδοξε τὴν τῶν Βουλγάρων ἀρχὴν σφετερίσασθαι. ἀλλ' ὁ Ῥῶσος Οὖρος μετὰ στρατευμάτων ἐπελθὼν τῷ Τρινόβῳ τὴν θυγατέρα τούτου τὴν τοῦ Μιχαὴλ σύζυγον εἴληφε· τὸν γὰρ Καλι μᾶνον προύλαβόν τινες πεφονευκέναι ἐκ τόπου εἰς τόπον φεύγοντα. ἐπεὶ δὲ ἔρημος ἐναπελείφθη κληρονόμου γνησίου ἡ τῶν Βουλγάρων ἀρχή, ξυνιόντες οἱ προύχοντες εἰς βου λὴν τὸν τοῦ Τοίχου υἱὸν Κωνσταντῖνον εἰς τὸ ἄρχειν αὐ τῶν ἀναδέξασθαι ἐβουλεύσαντο. ἵνα δὲ καὶ εὐπρόσωπος αὐτῷ ἡ ἀρχὴ γένοιτο καὶ ὡς ἄν γε δόξειεν ἀπὸ κληρονο μίας κρατεῖν, πρὸς τὸν βασιλέα Θεόδωρον πρεσβείαν πε πόμφασιν, ἵνα τὴν αὐτοῦ θυγατέρα τὴν πρώτην, ἥτις καὶ Εἰρήνη κατωνομάζετο, εἰς συζυγίαν τῷ τοῦ Τοίχου Κων σταντίνῳ ἐκπέμψειε, καὶ συζευχθῇ νομίμως αὐτῷ, ἐγγόνη οὖσα τοῦ προκατάρξαντος Βουλγάρων τοῦ Ἀσὰν Ἰωάννου καὶ προσήκουσα τῇ τοιαύτῃ ἀρχῇ. ἐπεὶ δὲ ἔτυχε τὸν τοῦ Τοίχου Κωνσταντῖνον γυναῖκα νόμιμον ἔχειν, χωρισμὸν τοῦ ἀνδρὸς αὐτῆς πεποιήκασι καὶ τὴν γυναῖκα πρὸς τὸν βα σιλέα Θεόδωρον ἔστειλαν. οὕτω μὲν οὖν ἔσχε τὰ τῶν Βουλγάρων, οὕτω δὲ καὶ ὁ βασιλεὺς Θεόδωρος τὴν ἐξ αὐτῶν ἔσχεν εἰρήνην, καὶ ἠρέμησαν ἐν ἀμφοτέροις τὰ πράγματα.

Intertext edge

Open linked passage

Note