Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 74 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
74.1
Μετὰ δὲ ταῦτα νόσῳ δεινῇ ὁ βασιλεὺς Θεόδω 74 ρος περιπέπτωκεν. ἀπέκαμον οὖν ἐν ταύτῃ καὶ ἰατρῶν χεῖρες, καὶ πᾶσά τις ἄλλη θεραπεία ἀπείρηκεν. ἐν οὐκ ὀλίγῳ γοῦν χρόνῳ τῇ νόσῳ κατεξετασθεὶς καὶ τὸ σῶμα ἅπαν κατασκελετευθεὶς ἐν τῷ τέλει τε λόγον μετανοίας ἐν ἑαυτῷ προσλαβὼν τὸ μοναδικὸν ὑπεισῄει σχῆμα. ὡς δὲ οἱ τὰ κατ' αὐτὸν ἀκριβῶς τεθεαμένοι μοι διηγήσαντο, καὶ ἐξομολόγησιν ἐπεποιήκει ψυχῆς ἀξίαν γενναίας καὶ μεγα λόφρονος. τὴν γὰρ εὐαγγελικὴν μιμησάμενος πόρνην, τὸν τῆς Μιτυλήνης ἀρχιερατικῶς προϊστάμενον εἰς τὴν τῶν αὐτοῦ σφαλμάτων ἐξαγορίαν μετακαλεσάμενος ἔμπροσθεν τῶν αὐτοῦ ποδῶν πίπτει πρὸς τοὔδαφος, καὶ δακρύων ἀπλέτοις ῥεύμασι τὴν γῆν ἐν ᾗ κατέκειτο ἔπλυνεν, ὥστε καὶ πηλὸν γεγενῆσθαι ἐκ τούτων, καθὼς οἱ κατιδόντες ταῦτα σαφῶς ἡμῖν παρεστήσαντο, καὶ τὸ «ἐγκατέλιπόν σε Χριστέ» συχνῶς ἐπεφώνει, τοῖς τῆς ἐξαγορίας λόγοις τοῦτο συμπαραπλέκων. ἐκεῖνος μὲν οὖν οὕτω*** βιώσας καὶ μήπω ὅλους τέτταρας ἐνιαυτοὺς αὐτοκρατορήσας· κατὰ Νοέβριον γὰρ ἄρξας ἐν Αὐγούστῳ μηνὶ τὸ τέλος ἔσχηκε τῆς ζωῆς. ὁ μὲν οὖν νεκρὸς αὐτοῦ ἐν τῇ τῶν Σωσάνδρων ἀπεκομίσθη μονῇ καὶ ἐτάφη ἐκεῖσε, ὅπου καὶ ὁ βασιλεὺς καὶ πατὴρ αὐτοῦ. τετελευτηκὼς δὲ ὁ βασιλεὺς Θεόδωρος τρία κατα λελοίπει παιδία, ἓν μὲν ἄρρεν τοὔνομα Ἰωάννην, δύο δὲ θήλεα, τήν τε Θεοδώραν καὶ Εὐδοκίαν. τὰς γὰρ ἑτέρας δύο αὐτοῦ θυγατέρας ἀνδράσι πρὸ τούτου συνέζευξε, τὴν μὲν πρώτην τὴν καὶ Εἰρήνην καλουμένην τῷ τοῦ Τοίχου υἱῷ, καθάπερ ἔφημεν, Κωνσταντίνῳ, τὴν δὲ ἑτέραν τὴν καὶ Μαρίαν ὠνομασμένην τῷ τοῦ ἀποστάτου Μιχαὴλ υἱῷ Νικηφόρῳ· ἥτις καὶ ἐν τῷ καιρῷ τῆς αὐτοῦ ἀποστασίας τὸ κοινὸν ἀπέδοτο χρέος, ὡς μέν τινες ἔφασκον, ὑπὸ τοῦ συζύγου Νικηφόρου τυφθεῖσα πολλάκις, ὡς δὲ ἔνιοι ἔλεγον, φυσικῷ περιπεσοῦσα νοσήματι.

Intertext edge

Open linked passage

Note