Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 75 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
75.1
Ὁ μὲν οὖν υἱὸς τοῦ βασιλέως Θεοδώρου Ἰωάννης πάνυ ἀφῆλιξ ἐτύγχανεν ὢν ἐν τῷ καιρῷ τῆς τελευτῆς τοῦ βασιλέως καὶ πατρός· οὔπω γὰρ τελείων ἐνιαυτῶν ὑπῆρχεν ὀκτώ. ὁ δὲ πατὴρ τούτου καὶ βασιλεὺς διαθήκην πεποίηκε, τάχα μὲν ὡς ἐπὶ τῷ παιδί, τῇ δ' ἀληθείᾳ ἐπὶ τῷ πρωτο βεστιαρίῳ αὐτοῦ τῷ Μουζάλωνι Γεωργίῳ. τοῦτον γὰρ ἡ διαθήκη ἐποίει τῶν Ῥωμαϊκῶν ἁπάντων πραγμάτων κύριον, ὥστε τὸ κράτος ἔχειν ἁπάσης τῆς τῶν Ῥωμαίων ἀρχῆς, μέχρις ἂν ὁ τοῦ βασιλέως υἱὸς εἰς τελείαν τὴν ἡλικίαν ἀφίκοιτο· καὶ προύβησαν ἐπὶ τούτοις προστάξει τοῦ βασι λέως καὶ ὅρκοι παρὰ τῶν ἐντυχόντων τῷ τότε. ἀλλ' οὔπω τριταῖος ἦν ἐν τάφῳ κείμενος ὁ τοῦ βασιλέως νεκρός, καὶ ὡς ἀπὸ κοινοῦ συνθήματος συνδραμόντες πάντες οἱ ἐφευρε θέντες ἐκεῖσε Ῥωμαῖοι– στράτευμα δὲ ἦν ἱκανὸν συν ηγμένον ἐκεῖσε– οὐ μὴν ἀλλὰ καὶ οἱ πρὸς τοῦ βασιλέως κεκακωμένοι ἄνδρες εὐγενεῖς καὶ τῆς πρώτης τυγχάνοντες τάξεως, ὧν εἷς μὲν ὑπῆρχεν ὁ Στρατηγόπουλος Ἀλέξιος, οὗ τὸν υἱὸν Κωνσταντῖνον τετύφλωκεν, αὐτὸν δὲ καθεῖρξεν, ὁ Τορνίκης τε Κωνσταντῖνος, ὃν μέγαν πριμμικήριον ὁ βασιλεὺς Ἰωάννης εἶχε– καὶ πρὸς τοῦ βασιλέως υἱοῦ καθ ωσίωτω, ὁ Φιλῆς Θεόδωρος, τοὺς ὀφθαλμοὺς καὶ αὐτὸς ἐξορωρυγμένος, καὶ ὁ Ζαγαρομμάτης Γεώργιος, ὃν πρωτο βεστιαρίτην μὲν ὁ βασιλεὺς ὠνόμασεν Ἰωάννης, ὁ δὲ υἱὸς αὐτοῦ παρακοιμώμενον πρῶτον τιμήσας μετὰ βραχὺ καθω σίωσεν, οἱ τέτταρες υἱοὶ τοῦ πρωτοβεστιαρίου τοῦ Ῥαοὺλ καὶ αὐτοὶ καθειργμένοι, ὁ Ἀλυάτης τε Νικηφόρος, ὃν πρὸ βραχέος ἐπὶ τοῦ κανικλείου τετιμηκὼς ὕστερον τὴν γλῶτταν ἐπ' οὐδεμιᾷ αἰτίᾳ ὁ βασιλεὺς ἐκτεμὼν καθωσίωσεν, ἄλλοι τε πολλοὶ τῶν χρησίμων καὶ ὀνομαστῶν ἀνδρῶν. οἳ τοῖς στρατιώταις ξυνιόντες καὶ ἅμα συνδραμόντες καὶ ἐπὶ τῇ τῶν Σωσάνδρων συνανιόντες μονῇ κατὰ τοῦ πρωτοβεστιαρίου καὶ ἐπιτρόπου καὶ τῶν αὐταδέλφων αὐτοῦ αὐτοβοεὶ ἐφώρμησαν· ἐκεῖσε γὰρ εἶχε τὴν σκηνὴν ὁ πρωτοβεστιάριος καὶ τὴν ὁσίαν τοῦ τεθνηκότος βασιλέως ἐπλήρου. Γνοὺς οὖν ὁ πρωτοβεστιάριος τὴν ἔφοδον τοῦ λαοῦ, συν άμα τῷ ἀδελφῷ αὐτοῦ Ἀνδρονίκῳ, ὃν καὶ μέγαν δομέστικον κατωνόμαζον, καὶ τῷ πρώτῳ αὐτοῦ ἀδελφῷ, ὃν καὶ πρωτοκυ νηγὸν ἐκάλουν, ἐντὸς ἐγένοντο τοῦ ναοῦ. ὡς δὲ τὸ πλῆθος εἶδον γυμνοῖς τοῖς ξίφεσι κατ' αὐτῶν χωροῦντας, ἐντὸς εἰσῄεσαν καὶ τοῦ ἱεροῦ βήματος, καὶ τὴν παναγῆ περιπτυξάμενοι τρά πεζαν ἐκεῖσε ξίφους ἔργον γεγένηνται, μηδὲ μετὰ τὸν φόνον οἶκτον λαβόντων τῶν φονευτῶν· τοιοῦτον γὰρ τὸν θυμὸν ὁ λαὸς ἅπας ἐπέτρεφε κατ' αὐτῶν, ὥστε καὶ μεληδὸν διατε μόντες αὐτούς, μᾶλλον δὲ κατὰ ἄρθρα, ἢ καὶ σμικρὰ τῶν σαρκῶν διελόντες τεμμάχια ἕκαστος τὸ οἰκεῖον τμῆμα κρα τῶν τῆς ἐπιθυμίας ἐνεφορήθησαν. κἀν τῷ τάφῳ δὲ περι στάντες τοῦ βασιλέως Θεοδώρου ὀνειδιστικοῖς καὶ αὐτὸν ἔβαλλον λόγοις, ὅτιπερ τὴν τῶν Ῥωμαίων ἀρχὴν καὶ τὰ αὐ τῆς πράγματα ἀνδραρίοις βδελυροῖς καὶ ἀνθρωπίσκοις οὐτι δανοῖς ἐμπεπίστευκε, τοῖς ἐκ θυμέλης μελωδήμασιν ἀνατε θραμμένοις καὶ αὐλοῖς χαίρουσι καὶ χορδαῖς καὶ πρὸς λύραν ψαλλάττειν ἐκμελετήσασι, καὶ τὸ ὁμηρικὸν ἐξειπεῖν ψεύσταις τ' ὀρχησταῖς τε καὶ ἀρίστοις χοροτυπίῃσι, καταλελοίπει δὲ ἄνδρας γενναίους καὶ περιδεξίους στρατηγούς, καλῶς τε καὶ εὐαρέστως τῷ βασιλεῖ καὶ πατρὶ ἐξυπηρετήσαντας. καὶ ταῦτα μὲν τοιοῦτον ἔσχε τὸν τρόπον.

Intertext edge

Open linked passage

Note