Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
76.1
Οἱ δὲ τοῦ Ῥωμαϊκοῦ πλήθους οἵ τε τῶν ἐν τέλει καὶ οἱ τῶν στρατιωτικῶν ταγμάτων, σὺν τοῖς καὶ οἱ τοῦ ἱεροῦ καταλόγου– συμπαρῆν γὰρ αὐτοῖς καὶ ὁ πατρι άρχης καὶ τῶν ἐπιφανεστέρων ἀρχιερέων τινές– σκέψιν ἐπεποίηντο περὶ τῶν κοινῶν πραγμάτων, τίς ἂν εἴη ἄξιος τὴν τούτων οἰκονομίαν λαβεῖν καὶ κρειττόνως τῶν ἄλλων διευθετήσασθαι. οὐ γὰρ προσῆκον ἔκριναν τὴν τῶν Ῥω μαίων ἀρχὴν τοσαύτην οὖσαν ὑπὸ βρεφυλλίου ὀπωριζομένου ἢ καὶ ἀστραγαλίζοντος διευθύνεσθαι, ἀλλ' ἔκριναν χρεὼν εἶναι τὸν δυνάμενον τὴν τῶν Ῥωμαίων σώζειν ὁλκάδα ἐπὶ τῶν οἰάκων καθῆσθαι τῶν βασιλείων, πολλῶν μὲν ἐναντίων πνευμάτων καταπνεόντων αὐτῇ, ἀλλεπαλλήλων δὲ κυμάτων καταβομβούντων καὶ ταραττόντων, καὶ ἁπλῶς εἰπεῖν ἐπὶ μεγάλου τυγχάνουσαν κλύδωνος καὶ κυβερνήτου δεδεημένην γενναίου πρὸς τὸ ὑπεράνω γενέσθαι τῶν ἐπελθόντων ταύτῃ δεινῶν. αὐτίκα γὰρ τὰ μὲν ὁμοροῦντα τοῖς Πέρσαις ταῖς ἐφόδοις ἐθορυβοῦντο τῶν ἐπερχομένων κατὰ Περσῶν Ταχαρίων· οὔπω γὰρ εἰς τελείαν εἰρήνην ἀποκατέστησαν οὐδὲ εἰς ξυμβιβάσεις καὶ συμφωνίας βεβαίας συνῄεσαν. καὶ τὰ ἐν δυσμῇ μέχρι καὶ αὐτοῦ τοῦ Ναξειοῦ ποταμοῦ, ὃν καὶ Βαρδάρειον ὁ πολὺς καλεῖ λαός, ὁ ἀποστάτης Μιχαὴλ ὑφ' ἑαυτὸν ἐποιήσατο, καὶ τὰ ἐν αὐτῇ πολίχνιά τε καὶ φρούρια παρεστήσατο, καὶ ἀφόβως τούτων ἦρχε καὶ ἀκινδύνως ἐδέσποζεν. οὐ μὴν ἀλλὰ καὶ ἑτέρα τις προσδοκία τοὺς πολλούς, μᾶλλον δὲ τοὺς ἐχέφρονας ἔθραττε, τὰς ἐπιγαμ βρίας φημὶ τοῦ ἀποστάτου Μιχαήλ· τόν τε γὰρ ῥῆγα Σικε λίας Μαφρέ, καθὼς προειρήκειμεν, τῇ ἑαυτοῦ θυγατρὶ Ἑλένῃ συνέζευξε, καὶ κῆδος δὲ ἄλλο ἐπὶ τῇ θυγατρὶ αὐτοῦ Ἄννῃ μετὰ τοῦ τῆς Ἀχαΐας πρίγκιπος ἐπεποίητο. ἦν δὲ καὶ ἐν τῇ Κωνσταντινουπόλει τὸ τῶν Λατίνων γένος, ἐχ θρὸν καὶ αὐτὸ τυγχάνον Ῥωμαίοις, ἐν οἷς καὶ βασιλεύων ὁ Βαλδουῖνος ἐτύγχανεν. Οὕτω μὲν οὖν τῶν πραγμάτων δυσχερῶς εἶχεν ἡ τῶν Ῥωμαίων ἀρχή, ἐζήτουν δὲ ἄρα οἱ προύχοντες τὸν καλῶς αὐτῶν προστησόμενον. ξυμπάντων δὲ οἱ ὀφθαλμοὶ πρὸς τὸν Κομ νηνὸν Μιχαὴλ ἀφεώρων, οὗ πολλάκις ὁ λόγος ἀπεμνημόνευσεν. ἐπεὶ δὲ ἔδει καὶ ἐρωτήσεις γενέσθαι πρὸς τὸν λαόν, ἵνα σχοῖεν σφῶν αὐτῶν ἀπόπειραν τῆς βουλήσεως καὶ γνοῖεν ἑκάστου πρὸς ὃν ἔχει οὗτος ῥοπήν, αἱ πεύσεις κατὰ γένη καὶ κατὰ τάξεις ἐγένοντο. καὶ πρῶτον μὲν ἠρωτοῦντο Ῥωμαῖοι, καὶ ἁπαξάπαντες ὁμοθυμαδὸν ὡς ἐξ ἑνὸς στόματος τὸν Κομνη νὸν Μιχαὴλ ἐθέλειν εἶναι ἔλεγον τῶν πραγμάτων κηδεμόνα καὶ φροντιστήν, καὶ ὡς οἰκεῖον δεσπότην ἔχειν αὐτόν. καὶ τὸ Λατινικὸν δὲ φῦλον ἐρωτηθὲν οὐ πολλῆς ἐδεήθη τῆς ἀποκρίσεως, ἀλλ' εὐθὺς τὸν Κομνηνὸν Μιχαὴλ ἐζήτουν καὶ οὗτοι ἀρχηγὸν ἁπάντων τελεῖν. ἐπεὶ δὲ καὶ τὸ Σκυθικὸν ἤροντο γένος, οὐ βαρβαρικῶς ἀπεκρίνοντο ἀλλὰ καὶ Ἑλλη νικῶς τε καὶ συνετῶς, καὶ οὐ κρείττονα ἄλλον εἰδέναι διισχυρίζοντο εἰς τὸ ἄρχειν ἁπάντων τοῦ Κομνηνοῦ Μιχαήλ. οὐ μὴν ἀλλὰ καὶ ὁ ἱερὸς κατάλογος, ἐπεὶ τὸν Κομνηνὸν ἑώρα Μιχαὴλ πρὸς τὸ ἀντιλαβέσθαι τῶν Ῥωμαίων οὐ μι κρῶς δυσχεραίνοντα, ἀλλ' οἷον κατοκνοῦντα καὶ ἀναβαλλό μενον τὴν ἐγχείρησιν καὶ τάχα καὶ ὡς αἰτίαν τιθέντα τὸν πρὸ βραχέος προβάντα ὅρκον ἐπὶ τῷ τοῦ βασιλέως Θεοδώ ρου παιδί, οὐ μόνον ἀγράφως αὐτῷ συνεχώρουν τῆς πρά ξεως, ἀλλὰ καὶ ἔγγραφον ἐξέθεντο τόμον, ἐν ᾧ σὺν τῷ πατριάρχῃ οἱ ἀρχιερεῖς πάντες ὑπογεγράφασι, διαλαμβάνοντα ὡς οὐ μόνον ἐν τῷ ἀδεκάστῳ βήματι τοῦ Χριστοῦ οὐχ ὑφέξει λόγους τοῦ πράγματος, ἀλλὰ καὶ στέφανοι θειότεροι τούτῳ πλακήσονται ἕνεκα τοῦ εἰς σωτηρίαν ἐληλυθέναι τοῦ τον τοῦ χριστωνύμου λαοῦ. οὕτω μὲν οὖν τὸν τοῦ Κομνηνοῦ Μιχαὴλ λογισμὸν ἀποτινάξαι τὴν δειλίαν φρονίμως καὶ ὡς δέον ἦν ἀπειργάσαντο, 77 καὶ οὕτω μὲν καὶ ὁ Κομνη νὸς Μιχαὴλ τὸν ἀγῶνα τῆς βασιλείου ἀρχῆς ὑπεισέδυ. καὶ πρῶτα μὲν ἐν τῷ δεσποτικῷ τοῦτον ἀνήγαγον ἀξιώματι, καὶ ταινίαν δεσποτικὴν τὴν τούτου περιτιθέασι κεφαλήν. μικρόν τι πάνυ χρονικὸν παρῆλθε διάστημα, καὶ ἑκὼν ἄκων εἰς τὴν βασίλειον ἀνήχθη περιωπήν, πολλὰ πρὸς τῶν προυχόν των ἐκβιασθεὶς καὶ οἷς τὰ κοινὰ τῶν πραγμάτων ἔμελε· καὶ γὰρ ἐπὶ τῆς βασιλικῆς ἀσπίδος οἱ τῶν ἐν τέλει καὶ οἱ ἄλλοι τῶν στρατευμάτων κρείττους ὄντες καθίσαντες βασιλι κῶς ἐπεφήμισαν. ἐπεὶ δὲ ἔδει καὶ βασιλικῷ διαδήματι τοῦ τον στεφθῆναι, ἐπὶ τὴν προκαθημένην πόλιν τῶν Βιθυνῶν ἀφίκετο Νίκαιαν, ἔνθα παρὰ τοῦ πατριάρχου Ἀρσενίου τὸ βασιλικὸν ἐταινιώθη διάδημα. Ἐπεὶ δὲ ἀπὸ τῶν τοῦ βασιλέως Θεοδώρου ἐγκρίτων δο κούντων εἶναι καὶ μεγιστάνων ὁ Καρυανίτης, ὃν καὶ πρωτο βεστιαρίτην εἶχεν ἐκεῖνος, ἐσώζετο, ὃς καὶ τῶν προειρημένων τοῦ τε πρωτοβεστιαρίου καὶ τῶν αὐταδέλφων αὐτοῦ φόνον εἰργάσατο– ἐκεῖνος καὶ γὰρ τῷ τότε τὴν Ῥωμαϊκὴν στρατιὰν ἐπεκράτει– τοῦτον ὁ βασιλεὺς Μιχαήλ, ἵνα μή τι νεωτερίσῃ, ἐν εἱρκτῇ ἔθετο. ὁ δὲ ἀποδρὰς περὶ τὰ τῶν Περσῶν ᾤχετο, ὑπό τινων δὲ Τουρκομάνων κατασχεθεὶς ἐσκύλευται μὲν τὰ αὐτοῦ καὶ αὐτὸς δὲ πεφόνευται. ἐναπολέλειπται δὲ ἀπὸ τῶν μεγάλων καὶ περιωνύμων ὁ Ἄγγελος Ἰωάννης, ὃς καὶ πρωτοστράτωρ ἦν καὶ κατὰ τὴν δυσμὴν διῆγεν, ἔχων ὑφ' ἑαυ τὸν οὐ σμικράν τινα μοῖραν τῆς στρατιᾶς. τοῦτον μετὰ τὸν πρωτοβεστιάριον ὁ βασιλεὺς ἐφίλει Θεόδωρος, κἀν ταῖς τι μαῖς καὶ πᾶσιν ἄλλοις ἁπλῶς τὰ δευτερεῖα ἔφερεν. εἰς ὃν ὁ βασιλεὺς ἀπέστειλέ τινας τῶν αὐτοῦ ὡς εἰς αὐτὸν ἀγαγεῖν, καθ' ὁδὸν δὲ δειλίας οὗτος βέλει τρωθεὶς ἐτεθνήκει· τοι οῦτοι τὴν ψυχὴν γενναῖοι πρὸς τοῦ βασιλέως Θεοδώρου χειροτονηθέντες ἡγεμόνες Ῥωμαϊκῶν στρατευμάτων ἐτύγχανον. οὗτοι μὲν οὖν ἦσαν οἱ πρόκριτοι τῶν ἐκείνου καὶ οἱ πρώτι στοι ἐν ἀξιώμασιν, οἱ δὲ ἄλλοι ἀνθρώπια ὑπῆρχον οὐ πολλοῦ λόγου ἄξια· διὰ ταῦτα καὶ ὡς καταπεφρονημένοι παρείθησαν. Ὁ μὲν οὖν βασιλεὺς Μιχαὴλ πρὸ τοῦ βασιλικῶς στε φθῆναι τὸν αὐτάδελφον αὐτοῦ Ἰωάννην τὸν Κομνηνόν, μέγαν χειροτονήσας δομέστικον καὶ τὰ Ῥωμαϊκὰ τούτῳ παραδοὺς στρατεύματα, εἰς τὰ δυτικὰ μέρη κατὰ τοῦ ἀπο στάτου ἐκπέπομφε Μιχαήλ. συνεξαπέστειλε δὲ αὐτῷ καὶ τὸν Στρατηγόπουλον Ἀλέξιον καὶ τὸν Ῥαοὺλ Ἰωάννην τὸντοῦ πρωτοβεστιαρίου Ῥαοὺλ πρῶτον υἱόν, σὺν τοῖς δὲ καὶ ἄλλους πολλοὺς στρατηγεῖν εἰδότας καὶ μάχαις ὡς δέον συμπλέκεσθαι. ἐπεὶ δὲ ἀνηγορεύθη καὶ βασιλεὺς ὁ βασιλεὺς Μιχαήλ, τὸν μὲν αὐτάδελφον αὐτοῦ τὸν Κομνηνὸν Ἰωάννην σεβαστοκράτορα τετίμηκεν, ἐξαποστείλας αὐτῷ ἐν τῇ δυσμῇ ὄντι τὰ τοῦ ἀξιώματος σύσσημα, τὸν δὲ Στρατηγόπουλον Ἀλέξιον μέγαν ἐτετιμήκει δομέστικον, τὸν δὲ αὐτάδελφον αὐτοῦ Κωνσταντῖνον ἐξ ἑτέρας ὄντα τούτῳ μητρὸς τῷ τοῦ καίσαρος τετίμηκεν ἀξιώματι καὶ εἰς τὰ τῆς Παφλαγονίας ἔστειλε μέρη, τὰς ἐκεῖσε πόλεις καὶ τὸν στρατὸν ἐπισκεψό μενον καὶ τὰ φρούρια.