Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
79.1
Καὶ πρὸς τὸν ἀποστάτην δὲ Μιχαὴλ ἐστείλατο πρεσβείαν ὁ βασιλεὺς διὰ τοῦ Φιλῆ Θεοδώρου τοῦ πρὸς τοῦ βασιλέως Θεοδώρου τετυφλωμένου. καὶ ἡ πρεσβεία πραεῖα, καὶ πολλὰ [ὑπενδιδοῦσα] τῶν προσηκόντων ἄστεων καὶ χωρῶν παρεχώρει τῷ ἀποστάτῃ ὁ βασιλεύς, πρὸς ἀγάπην ἐφέλκων αὐτόν, ὀλίγα δὲ ἄττα ἀνεκαλεῖτο καὶ οἷα οὐκ ἦν εἰκὸς παριδεῖν. ἀλλ' ἦν ὁ ἀποστάτης πρὸς τὰς ἀκροάσεις σκληρὸς καὶ πρὸς τοὺς λόγους ἀπόκροτος· οὐ μόνον γὰρ τὴν πρεσβείαν οὐ κατεδέξατο, ἀλλὰ καὶ τὰς ἀποκρίσεις οὐ προσηκούσας ἐποιεῖτο. ἐφύσα γὰρ αὐτὸν οὐ μόνον τὸ ἐπὶ τῷ ῥηγὶ τῆς Σικελίας τῷ Μαφρὲ κῆδος, ἀλλὰ καὶ τὸ ἐπὶ τῷ πρίγκιπι τῆς Ἀχαΐας τῷ Γουλιέλμῳ· ἤδη γὰρ καὶ τὴν τοιαύτην ἀγχιστείαν πεπλήρωκεν· ἐντεῦθεν μεγάλα τε ἐφρόνει καὶ ὑπέρογκα διελέγετο. ἔνθεν τοι καὶ ὁ Φιλῆς Θεόδωρος πολλὰ τοῖς λόγοις ἀνιαθεὶς καὶ βαρυαλγήσας ταῖς ἀποκρίσεσι πρὸς τὸν βασιλέα ὑπέστρεφε, τοῦτο πρὸς τὸν ἀποστάτην εἰπών· «οἶδα μὲν ὡς ἀνοηταίνεις καὶ διὰ τοῦτο φθέγγῃ τὰ μὴ καθήκοντα. ἀλλ' ἴσθι ὡς τάχος πειραθήσῃ βασιλικῆς ἰσχύος καὶ Ῥωμαϊκῆς δυνάμεως καὶ γενήσῃ μετάμελος, ὅτε οὐδέν σοι τὸ ὄφελος.» ταῦτ' εἰπὼν πρὸς τὸν βασιλέα ἀφίκετο, πολλὴν καταγνοὺς τοῦ Μιχαὴλ ἀβελτηρίαν, ὅτι μηδὲ μικράν τινα ἠβουλήθη βασι λέως ἀξίωσιν ἀποπλήσασθαι, ἤδη τὸν Χαβάρωνα Κωνσταν τῖνον ἀπολῦσαι κἀμὲ αὐτὸν τὸν ξυγγράφοντα, τὸν μὲν ὡς συνανατεθραμμένον τῷ βασιλεῖ καὶ πολλάκις συνημιλλη μένον στρατιωτικοῖς ἐπιτηδεύμασιν, ἐμὲ δὲ ὡς εἰς κῆδος τῷ βασιλεῖ ξυνελθόντα καὶ τῆς συζύγου γοερὸν ἀναβοώσης καὶ τῶν ποδῶν προκυλινδουμένης τοῦ αὐτοκράτορος, καὶ ταῦτα πλείους τῶν εἴκοσι τῆς εἱρκτῆς λελυκότος τοῦ βασιλέως, οὓς ἐν τῷ κατὰ τὰ Βοδηνὰ πολέμῳ ζωγρίας ὁ βασιλεὺς εἵλετο πρὸς τοῦ βασιλέως Θεοδώρου ἀποσταλείς, ὧν ἔνιοι καὶ προσγενεῖς ὑπῆρχον τῷ ἀποστάτῃ, οἱ δ' ἄλλοι κρείττους τε ἐν στρατείᾳ καὶ τῶν ἐκ γένους περιφανῶν. οὕτω μὲν τὰ τῆς πρεσβείας προέβη τῆς πρὸς τὸν ἀποστάτην. Ὁ δὲ βασιλεὺς καὶ πρὸς τὸν ῥῆγα Σικελίας τὸν Μαφρὲ τὸν τοῦ ἀποστάτου γαμβρὸν πρεσβείαν ἔστειλε διὰ τοῦ ἐπὶ τοῦ κανικλείου Νικηφόρου τοῦ Ἀλυάτου, ὃν καὶ κατεῖχε μεθ' ἑαυτοῦ ἐγγύς που δύο ἐτῶν· πῶς γὰρ ἂν εἶχε καὶ πληρῶσαί τι τῶν τοῦ βασιλέως βουλημάτων, καθάπαξ τῷ ἀποστάτῃ Μιχαὴλ συνδεθεὶς καὶ εἰς φαντασίαν μείζονος κέρδους κρατηθείς; ὁ δὲ βασιλεὺς καὶ πρὸς τὸν πρίγκιπα Ἀχαΐας διεπρεσβεύσατο· ἀλλὰ καὶ ἐκεῖνος τῷ κήδει τῷ πρὸς τὸν ἀποστάτην τεθαρρηκὼς καὶ πολλὰ ἐκ τούτου προσγενήσεσθαι αὐτῷ προσδοκῶν, εἰς οὐδὲν τοὺς λόγους ἐτίθετο.