Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Δύο γοῦν παραδραμόντων ἐνιαυτῶν καὶ ὡς δεσπότου παρὰ πάντων φημιζομένου τοῦ Λασκάριος, ἐπεὶ συνδρομὴ γέγονε κατὰ Νίκαιαν ἀπὸ περιφανῶν ἀνδρῶν καὶ τῶν λογάδων τῆς ἐκκλησίας, σκέψις τούτοις ἐγένετο ὅπως βασι λεὺς φημισθείη ὁ δεσπότης Θεόδωρος. πατριάρχου δὲ μὴ παρόντος ἐκεῖσε– ὁ γὰρ Καματηρὸς Ἰωάννης, ὃς τὸν πατριαρχικὸν ἐκόσμει θρόνον ἡνίκα τῆς Κωνσταντίνου ἐκρά τησαν Ἰταλοί, περὶ τὸ Διδυμότειχον ἀπῆρε κἀκεῖσε τὰς διατριβὰς ἐπεποίητο, καὶ διαμηνυθεὶς παρά τε τοῦ Λασκά ριος καὶ τῶν λοιπῶν ἀπηνήνατο τὴν πρὸς αὐτοὺς ἄφιξιν, ἔγγραφον τὴν παραίτησιν ποιησάμενος. ψηφίζεται γοῦν πατριάρχης Μιχαὴλ ὁ Αὐτωρειανός, λόγιος τυγχάνων καὶ πάσης γραφῆς ἔμπειρος τῆς τε ἡμετέρας καὶ θύραθεν· ὃς καὶ τὸν δεσπότην Θεόδωρον τῷ βασιλείας διαδήματι ταινιοῖ. ἐντεῦθεν βασιλεὺς ὁ Λάσκαρις ἀναγορευθεὶς συντονώτερον ἐφήψατο τῶν πραγμάτων, μάχαις δὲ προσέκυρσεν οὐκ ὀλί γαις καὶ χαλεπαῖς. οἵ τε γὰρ Ἰταλοὶ κατὰ τὴν ἑῴαν τὸν πόρον πεποιηκότες τὰ πλείω ταύτης ὑφ' ἑαυτοὺς ἐποιήσαντο· τό τε γὰρ ἅπαν θέμα Ὀψικίου καὶ Αἰγαίου καὶ αὐτὸ δὴ τὸ Ἀτραμύτιον τῶν Ἰταλῶν ἐγεγόνει, Βάρις τε καὶ Αὐλωνία Ποιμα νηνόν τε καὶ Λεντιανὰ μέχρι τοῦ Λοπαδίου αὐτοῦ δεσπό τας ἐγίνωσκον Ἰταλούς, ἀλλά γε δὴ καὶ τὰ τῆς Θυνίας πάντα μέχρι καὶ Νικομηδείας αὐτῆς. ἐντεῦθεν ἐστενοῦτο πολὺ ὁ βασιλεὺς Θεόδωρος. οὐδὲν δὲ ἧττον καὶ πρὸς τῶν Ῥωμαίων κατεβιάζετο. ἐν γὰρ τῇ συγχύσει τῆς Κωνσταν τίνου ἁλώσεως ἄλλοθεν ἄλλος ἡγεμόνες εἶναι τυχόντες ἢ καὶ οἱ τῶν ἄλλων προύχοντες ὡς οἰκείαν ἀρχὴν τὴν ὑφ' ἑαυτοὺς ἐποιοῦντο χώραν, ἢ ἐξ αὐτῶν εἰς τοῦτο ὁρμήσαντες ἢ καὶ παρὰ τῶν οἰκητόρων μετακληθέντες εἰς τὴν τῆς χώ ρας δεφένδευσιν. αὐτίκα Θεόδωρός τε, ὃν Μωροθεόδωρον ἀπεκάλουν, ἄρχων ἦν τῆς Φιλαδέλφου πόλεως· ἕτερος δὲ Σάββας τοὐπίκλην τοῦ ἄστεος ἐδέσποζε τοῦ Σαμψὼν μετὰ καὶ τῶν πλησίον τυγχανόντων αὐτῷ· Παφλαγονίας δὲ πάσης ἐγκρατὴς ἦν Δαυίδ, ἀδελφὸς ὢν Ἀλεξίου τοῦ τῆς Τραπε ζοῦντος κρατήσαντος, ὃς καὶ Μέγας ὠνομάζετο Κομνηνός· οἳ τοῦ βασιλέως Ἀνδρονίκου ὑπῆρχον ἔγγονοι, Μανουὴλ τῷ τούτου τεχθέντες υἱῷ. διὰ ταῦτα ἐν πολλῇ στενοχωρίᾳ τὰ πράγματα ὑπῆρξε τῷ βασιλεῖ Θεοδώρῳ. ἀλλὰ τὸν μὲν Μωρο θεόδωρον καὶ τὸν Σάββαν εὐχερῶς μετῆλθε κἀντεῦθεν ἐδέ σποζεν ἀδεῶς Κελβιανοῦ τε παντός, Μαιάνδρου Φιλαδελ φείας καὶ Νεοκάστρων.