Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 80 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
80.1
Ὁ μὲν οὖν βασιλεύς, ὡς προέφημεν, τὸν αὐτά δελφον αὐτοῦ τὸν σεβαστοκράτορα ἐν τῇ δυσμῇ κατὰ τοῦ ἀποστάτου ἐκπέμψας καὶ τούτῳ τὰς δυνάμεις ἐγχειρίσας καὶ τοὺς αὐτῶν στρατηγούς, προσέταξε κατευθὺ τὴν πορείαν ποιήσασθαι, μέχρις ἂν τῷ τοῦ ἀποστάτου ἐντύχῃ στρατεύ ματι. ὁ μὲν οὖν σεβαστοκράτωρ Ἰωάννης κατὰ τὸ προσ ταχθὲν ἐποίει, ὁ δὲ ἀποστάτης Μιχαὴλ μετὰ τῆς συζύγου αὐτοῦ καὶ τῶν οἰκείων περὶ τὰ τῆς Καστορίας μέρη ἐστρα τοπέδευεν. ἄφνω δὲ ἐπῆλθε τούτῳ βοή, ὡς τὰ Ῥωμαϊκὰ στρατεύματα τὰ τῶν Βοδηνῶν τέμπη διαβάντα κατ' αὐτῶν χωροῦσιν. οἱ μὲν οὖν ἀκούσαντες τῆς φωνῆς καὶ πτοίαν οὐ σμικρὰν ἐν ψυχῇ λαβόντες πρὸς δρασμὸν αὐτοί τε ὥρ μησαν καὶ πάντας τοὺς ἑαυτῶν ἐκίνησαν. ἐπεὶ δὲ ἦν νὺξ καὶ οὐχ ἑώρα τις ὅπῃ φέρεται, πολλοὶ γεγόνασιν, ὥσπερ τινὸς ξίφους, ὁδοῦ ἔργον. καὶ ὁ Πετραλίφας δὲ Θεόδωρος ὁ αὐτοκασίγνητος τῆς τοῦ ἀποστάτου Μιχαὴλ συζύγου, θρασύτερον ἐπιβὰς τοῦ ἵππου, ἐπεὶ ἐνέτυχε κρημνώδει τόπῳ, αὐτός τε καὶ ὁ ἵππος καταβέβληνται καὶ ἄμφω ἀπώλοντο. συνεστάλησαν οὖν μέχρι τῶν οἰκείων ὅρων, εἴτουν τῶν Πυρρηναίων ὀρῶν, ἃ δὴ διορίζει τὴν παλαιάν τε καὶ τὴν νέαν Ἤπειρον τῆς Ἑλληνίδος καὶ ἡμετέρας γῆς. Ἐπεὶ δὲ οὕτω ταῦτα ἐπὶ τούτοις ξυνέβη, ἀδείας ὁ σεβαστο κράτωρ δραξάμενος, ἔρημον εὑρὼν τῆς ἐπικουρούσης τὴν χώ ραν δυνάμεως, κατὰ τῶν ἐν αὐτῇ ἄστεων τὰς ὁρμὰς ἐποιεῖτο. καὶ πρῶτον μὲν ἀπῄει περὶ τὴν Ἀχρίδα, ἣν καὶ ἀρχιεπισκο πὴν Βουλγαρίας οἱ πάντες οἴδασιν, ἔχων μεθ' ἑαυτοῦ καὶ τὸν ἀρχιεπίσκοπον ταύτης τὸν Καβάσιλαν Κωνσταντῖνον, ὃς ἦν πρὸς τοῦ βασιλέως Θεοδώρου κατισχημένος. ὑφωρᾶτο γὰρ παρ' αὐτοῦ μὴ ὀρθὸς εἶναι περὶ τὴν ἀρχὴν τὴν βασίλειον· οἵ τε γὰρ αὐτάδελφοι αὐτοῦ μετὰ τοῦ ἀποστάτου ἐτύγχανον Μιχαήλ, ὅ τε Ἰωάννης καὶ ὁ Θεόδωρος, καὶ ὁ μὲν Θεόδωρος συνηριθμεῖτο τοῖς ἐν αὐτῷ προύχουσιν, ὁ δὲ Ἰωάννης σχεδὸν πᾶσαν τῶν αὐτοῦ πραγμάτων τὴν δεσποτείαν ἔφερε, τά τε κοινὰ διέπων καὶ τὰ κατ' οἶκον. διὰ ταῦτα, ὡς ἔφημεν, οὐκ ἐθάρρει ὁ βασιλεὺς Θεόδωρος τῷ ἀρχιερεῖ. ἀλλ' ὁ βασιλεὺς Μιχαὴλ ἐλευθερώτερον τοῖς πράγμασι χρώ μενος καὶ θεῷ τὸ πλεῖον τῶν πραττομένων αὐτῷ ἢ καὶ τὸ πᾶν ἀναρτῶν, ἐλευθερίαν τῷ ἀρχιεπισκόπῳ δέδωκεν εἰς τὴν αὐτοῦ ἀφικέσθαι, καὶ συνείπετο οὗτος τῷ σεβαστοκράτορι. ἐπελθόντες οὖν εἰς τὴν Ἀχρίδα, ὡς ἔφημεν, ὁ μὲν σεβαστο κράτωρ τὰς πολεμικὰς μηχανὰς κατ' αὐτῶν ἐκίνει, ὁ δὲ ἀρχιεπίσκοπος λόγοις ὑπενδοῦναι ὑπείληφεν. ἐν οὐ πολλῷ γοῦν χρόνῳ ἑάλω πρὸς αὐτῶν ἡ Ἀχρίδα. Ἐπεὶ δὲ τὰ ἐκεῖσε καλῶς ὁ σεβαστοκράτωρ διέθετο, ἐπὶ τὴν Δεάβολιν ὥρμησε, καὶ τὸ τῆς Δεαβόλεως ἄστυ μηχανή μασι παντοίοις παραστήσασθαι ἐβεβούλητο. καὶ ἔταξε ταῦτα καὶ ἑλεπόλεις ἔστησε καὶ μηχανὰς παντοίας πεποίηκε καὶ συνεχεῖς ἐφόδους διεπράττετο καὶ παντοίως τὴν τοῦ ἄστεος ἅλωσιν γεγενῆσθαι προείλετο. καὶ μὴν καὶ κατὰ σκοπὸν αὐτῷ προέβη τὰ πράγματα. πολλῶν γὰρ τῶν ἐντὸς πεφονευ μένων τοῦ ἄστεος, οὐκ ὀλίγων δὲ καὶ ταῖς βολαῖς ταῖς ἐκ τῶν ὀϊστῶν πεπληγμένων, οἱ ἄλλοι μαλακισθέντες– φύσει γὰρ ὑπάρχει τὸ δυτικὸν γένος πρὸς φυλάξεις ἄστεων μαλθα κώτερον– καὶ τὸ τοιοῦτον ἄστυ τὸ τῆς Δεαβόλεως τῷ σεβαστοκράτορι ἐνεχείρισαν. καὶ πᾶσα δὲ ἡ πέριξ τῶν τοιούτων ἄστεων χώρα, εἴτουν Πρέσπα Πελαγονία Σωσκὸς Μολυσκός, ὑπὸ τὴν ἐπικράτειαν τῶν Ῥωμαϊκῶν δυνάμεων ἐγεγόνεισαν καὶ ὑπετάττοντο τούτοις. τοιοῦτοι γάρ εἰσιν οἱ τῶν δυτικῶν οἰκήτορες, ῥᾳδίως πᾶσι τοῖς δυναστεύουσιν ὑποπίπτοντες· ἐντεῦθεν τοὺς ὀλέθρους ἀποφυγγάνουσι καὶ τὰ πλείω τῶν σφετέρων περιουσιῶν διασώζουσι. καὶ ταῦτα μὲν ὑπῆρξεν ἔαρος ἐνισταμένου.

Intertext edge

Open linked passage

Note